Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.
Στίχοι
- Τοῦ Πατριάρχου Πατριάρχης πλησίον,
- Θείου γέροντος, Ἀβραὰμ Νικηφόρος.
- Δευτερίῃ Νικηφόρος εἰς Ἐδὲμ εὕρατο μοίρην.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τριάκοντα ὀκτὼ μάρτυρες, ἐν Λουτρῷ βληθέντες, τῆς θύρας ἐμφραγείσης τελειοῦνται.
Ἡ ἁγία Μήτηρ μετὰ τῶν τριῶν αὐτῆς τέκνων τελειοῦνται.
Ὁ ὅσιος Ἱερομάρτυς Ἔρασμος, ὁ ἐν τῷ Χερμελίᾳ τῆς Ἀχρίδος, ἐν εἰρήνῃ τελειοῦται.
Αἱ διὰ τοῦ ἁγίου Ἐράσμου πιστεύσασαι τῷ Χριστῷ εἴκοσι χιλιάδες ξίφει τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανών α', ᾨδὴ ζ', τοῦ Ὁμολογητοῦ. Ἦχος δ'. Ἐν τῇ καμίνῳ ΤΟ ΑΚΟΥΤΕ
Ναὸν σε ζῶντα, Θεοῦ τοῦ ζῶντος ἐπιστάμεθα,
ἔνδον ὡς λυχνίαν ἔχοντα χρυσαυγῆ,
τὴν Τριάδα καὶ κραυγάζοντα·
Εὐλογημένος εἶ ἐν τῷ Ναῷ,
τῆς
δόξης σου Κύριε.
Αἱρετιζόντων, τὰς γλωσσαλγίας καταλέλυκας,
πείθων τὴν εἰκόνα σέβειν τὴν τοῦ Χριστοῦ,
Νικηφόρε τοὺς κραυγάζοντας·
Εὐλογημένος εἶ ἐν τῷ Ναῷ,
τῆς δόξης σου Κύριε.
Σοφίας πλοῦτον,
καὶ πολιτείαν ἔχων ἔνθεον,
πᾶσαν διαβὰς τὴν αἴσθησιν νοερῶς,
τῷ Χριστῷ ψάλλων παρίστασαι·
Εὐλογημένος εἶ ἐν τῷ Ναῷ,
τῆς δόξης σου Κύριε.
Θεοτοκίον
Μὴ διαιροῦντες, τὰ ἡνωμένα μηδὲ συγχέοντες,
ἕνα τὸν Χριστὸν δοξάζομεν τὸν ἐκ σοῦ,
σαρκωθέντα Λόγον κράζοντες·
Εὐλογημένη, σὺ ἐν γυναιξίν,
ὑπάρχεις Πανάμωμε.
Πηγή: glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου