«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 28 Νοεμβρίου 2021

Τὴν 28η Νοεμβρίου τιμοῦμε καὶ γιορτάζουμε


  

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
 

Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Στεφάνου τοῦ Νέου.
Στίχοι
Πληγεὶς νέε Στέφανε τὴν κάραν ξύλῳ,
Εὗρες πρεπόντως οὐχὶ γηράσκον στέφος.
Εἰκάδι ὀγδοάτῃ Στεφάνου Νέου κράτα θραῦσαν.


Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἀνδρέας, συρόμενος κατὰ γῆς, διὰ τὴν τῶν ἁγίων Εἰκόνων προσκύνησιν, τελειοῦται.
Στίχοι
Ἐκ γῆς ἐπλάσθην, γῆ με δὴ καὶ κτεινάτω.
Πλάστου γὰρ αὐτῆς Ἀνδρέας τιμῶ τύπους.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος, τυπτόμενος ὑπὲρ τῶν ἁγίων Εἰκόνων, τελειοῦται.
Στίχοι
Ἂν εἰκόνων τύπτωσι τὸν Πέτρον χάριν,
Εὕρωσιν αὐτὸν πέτρινον τῷ σαρκίῳ.


Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἄννα, τυπτομένη πρὸς τὸ κατειπεῖν τοῦ Ἁγίου Στεφάνου, τελειοῦται.
Στίχοι
Μάστιξιν Ἄνναν εὐτόνως τετυμμένην,
Ἔδειξε Χριστὸς εὐπρεπῶς ἐστεμμένην.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν συμμαρτυρησάντων τῷ Ἁγίῳ Στεφάνῳ, ὑπὲρ τῶν ἁγίων Εἰκόνων.
Στίχοι
Τιμῶντες εἰκόνισμα σαρκός σου Λόγε,
θνῄσκουσιν οἱ ἅγιοι βίαιον μόρον.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου, καὶ τῶν σὺν αὐτῷ ἑπτὰ Ἁγίων γυναικῶν.
Στίχοι
Τὸν Εἰρήναχον ἡ φονεύτρια σπάθη
Σῷ Σῶτερ εἰρήναρχε συντάττει μέρει.
Ἔδειξε νεκρὰς ἐν Σεβαστείᾳ πόλει
Γυναῖκας ἑπτὰ πανσεβάστους τὸ ξίφος.


Οἱ Ἅγιοι Μάρτυρες Τιμόθεος καὶ Θεόδωρος οἱ Ἐπίσκοποι. Πέτρος, Ἰωάννης, Σέργιος, Θεόδωρος καὶ Νικηφόρος οἱ ἱερεῖς, Βασίλειος καὶ Θωμᾶς οἱ διάκονοι, Ἱερόθεος, Δανιήλ, Χαρίτων, Σωκράτης, Κομάσιος, Εὐσέβιος οἱ μοναχοί, καὶ Ἑτοιμάσιος, ἐν Τιβεριουπόλει τελειοῦνται.


Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Πηγή: Μηναῖον Νοεμβρίου & glt.goarch.org

Δεν υπάρχουν σχόλια: