Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος, Ἐπισκόπου. Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου.
Στίχοι
Ἀγαθαγγέλου καὶ Κλήμεντος αἱμάτων,
Τὸ τοῦ ξίφους δίψαιμον ἐπλήσθη στόμα.
Εἰκάδι δ’ ἐτμήθητε τρίτῃ, Ἀγαθάγγελε, Κλήμη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Εὐσεβίου.
Στίχοι
Δεῦρο πρὸς ἡμᾶς εἰς τὰ τερπνὰ τοῦ πόλου,
Εὐσεβίῳ λέγουσιν οἱ τερπνοὶ Νόες.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Μαϋσιμᾶ τοῦ Σύρου.
Στίχοι
Γλώσσαις λαλῶν πρὶν Μαϋσιμᾶς τῶν Σύρων,
Γλώσσαις, λαλεῖ νῦν, Ἀγγέλων πρὸς Ἀγγέλους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Σαλαμάνου τοῦ ἡσυχαστοῦ.
Στίχοι
Οἴχῃ χαμερποῦς καὶ χαμαιζήλου βίου,
Ὑψηλὲ πράξει καὶ λόγῳ Σαλαμάνη.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύω Μάρτυρες οἱ ἐν τῷ Παρίῳ λάκκῳ ἐμβληθέντες τελειοῦνται.
Στίχοι
Ἔνδον βόθρου χωροῦσι Μάρτυρες δύω,
Θείου πόθου βάλλοντος ἔξω τὸν φόβον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Διονυσίου τοῦ ἐν Ὀλύμπῳ.
Στίχοι
Ἐν σαρκὶ ὡς ἄσαρκος ἔζησας πάτερ,
Καὶ τοῖς ἀσάρκοις νῦν συνευφραίνη νόοις.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Ἰανουαρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου