«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 24 Ιανουαρίου 2022

Τὴν 24η Ἰανουαρίου τιμοῦμε καὶ γιορτάζουμε

 



Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μητρὸς ἡμῶν Ξένης καὶ τῶν δύο αὐτῆς θεραπαινίδων.
Στίχοι
Ἀποξενοῦται τοῦδε τοῦ βίου Ξένη,
Οὗ ζώσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη.
Θνῄσκουσιν ἄμφω τῆς Ξένης αἱ δουλίδες,
Οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι.
Εἰκάδι οὐρανοῦ εἰς ξενίην Ξένη ἦλθε Τετάρτη.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου Παυσιρίου καὶ Θεοδοτίωνος, τῶν αὐταδέλφων.
Στίχοι
Παυσίριον καὶ Παῦλον ἄμφω συγγόνους,
Ποτάμιος ῥοῦς καὶ συνάθλους δεικνύει.
Ἰδοὺ τράχηλος ἐλθέτω δὴ τὸ ξίφος,
Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, τοῦ ἐν Σικελίᾳ, καὶ Τιμοθέου καὶ Ἀγαπίου τῶν μαθητῶν αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακεδονίου.
Στίχοι
Μονῶν ἀπείρων πατρικῆς σῆς οἰκίας,
Μακεδόνιος Χριστὲ λαμβάνει μίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμογένους καὶ Μηνᾶ, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φίλωνος, Ἐπισκόπου γενομένου τοῦ Καλπασίου· καὶ Μνήμη τοῦ Ὁσίου Πατρός ἡμῶν Φιλίππου Πρεσβυτέρου, καὶ τοῦ Ἁγίου Μάρτυρος Βαρσίμου, καὶ τῶν δύο αὐτοῦ ἀδελφῶν.
Στίχοι
Τοὺς τρεῖς Ἀδελφοὺς θεῖος εἷς συσχὼν πόθος,
Θεῖον ποθεῖν ἔπειθεν ἐκ ξίφους τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑλλάδιος ὁ Κομενταρήσιος ξίφει τελειοῦται.
Στίχοι
Ὑπὸ ξίφος θεὶς Ἑλλάδιος αὐχένα,
Ἑλληνικῆς ἔπαρσιν ᾔσχυνε πλάνης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ζωσιμᾶς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Τὶς τοὺς μακρούς σου Ζωσιμᾶ φράσει πόνους;
Καὶ τὶς θανόντος τῶν πόνων σου τὰ στέφη;

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, πλησίον τοῦ τάφου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 Πηγή: Μηναῖον Ἰανουαρίου &  glt.goarch.org

Δεν υπάρχουν σχόλια: