«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 24 Ιουλίου 2022

Τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης


 

 

Κανών α', ᾨδὴ ς'
Ἦχος πλ. δ'
Τὴν δέησιν ἐκχεῶ ΤΟ ΑΚΟΥΤΕ

 
Ἐθέλχθη σου καλλοναῖς ἡ καρδία, 

γλυκυτάτου ἐραστοῦ Ἀθληφόρε, 

καὶ εἰς ὀσμήν, τῶν αὐτοῦ παθημάτων, 

ἀναδραμοῦσα ἐκραύγαζες· 

Φλέγομαι τῷ πόθῳ σου Παμβασιλεῦ, 

καὶ ἀγάπῃ τῇ σῇ σφαγιάζομαι.



Πατέρα σε τὸν οὐράνιον Μάρτυς, 

ὁ γεννῆτορ κατιδὼν ἀγαπῶσαν, 

βαρβαρικήν, ἐπεδείξατο γνώμην, 

καὶ πολυτρόπῳ κολάσει ὑπέβαλε· 

τοὺς ὅρους γὰρ ὁ δυσσεβής, 

τῆς οἰκείας ἠγνόησε φύσεως.


Ὡς κρίνον ταῖς τῶν Μαρτύρων κοιλάσιν, 

ὡς ἡδύπνοον ἐξήνθησας ῥόδον, 

μυρεψικήν, ἀποστάζουσα χάριν, 

καὶ τῶν πιστῶν τὰς καρδίας ἐμύρισας, 

Χριστώνυμε Μάρτυς σεμνή, 

τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.


Θεοτοκίον
Νοήσαντες θεηγόροι Προφῆται, 

μυστηρίου σου Παρθένε τὸ βάθος, 

προφητικῶς, προκατήγγειλαν θείῳ, 

καταλαμπόμενοι πόρρωθεν Πνεύματι, 

Μητέρα σε παναληθῆ, 

τοῦ Δεσπότου τῶν ὅλων γενήσεσθαι.


Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,
καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις,
ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη,
καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε,
καὶ δέομαι ὡς Ἰωνᾶς·
Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε». 

 

Πηγή: Μηναῖον Ἰουλίου &  glt.goarch.org

Δεν υπάρχουν σχόλια: