«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Δευτέρα 18 Ιουλίου 2022

Τοῦ Ἁγίου Μάρτυρος Αἰμιλιανοῦ

 


 

Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς προσφορὰ καὶ ὁλοκάρπωμα θεῖον, 

διὰ πυρὸς προσενεχθεὶς τῷ Δεσπότῃ, 

τοῖς ὄμβροις τῶν χαρίτων σου εὐφραίνεις νῦν ἡμᾶς· 

πῦρ γὰρ τὸ οὐράνιον, τῇ ψυχῇ περιφέρων, 

ὥσπερ αὔραν ἔφερες, τὴν κατάφλεξιν Μάρτυς. 

Ἀλλὰ μὴ παύσῃ πάντοτε φρουρεῖν, 

τοὺς σὲ τιμῶντας, Αἰμιλιανὲ ἔνδοξε.



Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ Ὑπερμάχῳ.

Ὡς εὐσεβείας στηλογράφημα θεόγλυπτον

Τῆς ἀσεβείας καθαιρέτης ἀναδέδειξαι

Τὰ σεβάσματα συντρίψας τῆς ἀπωλείας.

Ἀλλ’ ὡς ἔμπλεως τῆς θείας ἀγαπήσεως

Ὡς χρυσὸς ἐν τῷ πυρὶ εὑρέθης δόκιμος·
Ὅθεν κράζομεν, χαίροις Μάρτυς ἀήττητε.



Μεγαλυνάριον.
Ἴαμα ὡς δρόσος ἑωθινή, 

εὐσεβέσιν ὤφθη, ἡ σὴ ἄθλησις ἐν πυρί· 

δι’ αὐτῆς γὰρ Μάρτυς, τῷ κόσμῳ διαπνέεις, 

ὦ Αἰμιλιανὲ τὰς θείας χάριτας.

 

Πηγή: synaxarion.gr 

Δεν υπάρχουν σχόλια: