«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Κυριακή 8 Απριλίου 2018

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ!



Α Λ Η Θ Ω Σ   Α Ν Ε Σ Τ Η   Ο   Κ Υ Ρ Ι Ο Σ !

Τροπάρια

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· 
ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. 
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· 
σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, 
ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.


Σήμερον ὁ Δεσπότης  ἐσκύλευσε τόν ᾅδην, 
 ἐγείρας τούς δεσμίους,  οὕς ἀπ᾿ αἰῶνος εἶχε 
 δεινῶς κεκρατημένους.

῍Ω θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! 
μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι,
 μέχρι τερμάτων αἰῶνος Χριστέ· 
ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, 
κατέχοντες ἀγαλλόμεθα.

Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· 
Ὦ Σοφία καὶ Λόγε τοῦ Θεοῦ καὶ δύναμις·
δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, 
ἐν τῇ ἀνεσπέρῳ, ἡμέρα τῆς Βασιλείας σου. 

Χαῖρε Παρθένε χαῖρε· χαῖρε εύλογημένη· 
χαῖρε δεδοξασμένη· σὸς γὰρ Υἱος ἀνέστη, 
τριήμερος ἐκ τάφου. 

 Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· 
ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, 
λάμψας ἡλίου φαιδρότερον, 
καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, 
θεοχαρίτωτε Δέσποινα.

Καταβασία 

Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ·  
Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· 
 ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

Ὕμνοι Πεντηκοσταρίου

Σάββατο 7 Απριλίου 2018

Ἦρθε τὸ Ἅγιο Φῶς!

Μέγα Σάββατο - Τὸν Κύριον ὑμνεῖτε


Ἦχος α΄.
Τν Κύριον μνετε, κα περυψοτε ες πάντας τος αἰῶνας.
(Ψάλλουμε μετὰ ἀπὸ κάθε στίχο)
Εὐλογετε, πάντα τ ργα Κυρίου, τν Κύριον.
Εὐλογετε, γγελοι Κυρίου, ορανο Κυρίου, τν Κύριον.

Εὐλογετε, δατα πάντα τ περάνω τν ορανν, πσαι α Δυνάμεις Κυρίου, τν Κύριον. 
Εὐλογετε, λιος κα σελήνη, στρα το ορανο, τν Κύριον.
Εὐλογετε, φς κα σκότος, νύκτες καὶ μέραι, τν Κύριον.
Εὐλογετε, πς μβρος κα δρόσος, πάντα τ πνεύματα, τν Κύριον.
Εὐλογετε, πρ κα καμα, ψχος κα καύσων, τν Κύριον.
Εὐλογετε δρόσοι κα νιφετοί, πάγοι κα ψχος, τν Κύριον.
Εὐλογετε, πάχναι κα χιόνες, στραπα κα νεφέλαι τν Κύριον.
Εὐλογετε, γ, ρη κα βουνοί, κα πάντα τ φυόμενα ν ατ, τν Κύριον.
Εὐλογετε, πηγαί, θάλασσα, κα ποταμοί, κήτη, κα πάντα τ κινούμενα ν τος δασι, τν Κύριον.
Εὐλογετε, πάντα τ πετειν το ορανο, τ θηρία κα πάντα τ κτήνη, τν Κύριον.

Εὐλογετε, υο τν νθρώπων, ελογείτω σραλ τν Κύριον.
Εὐλογετε, ερεῖς Κυρίου, δοῦλοι Κυρίου, τν Κύριον.
Εὐλογετε, πνεύματα κα ψυχα Δικαίων, σιοι κα ταπεινο τ καρδί, τν Κύριον.
Εὐλογετε, νανία, ζαρία, κα Μισαήλ, τν Κύριον.

Εὐλογετε, πόστολοι, Προφται, κα Μάρτυρες Κυρίου, τν Κύριον.
Εὐλογομεν Πατέρα, Υόν, κα γιον Πνεμα τόν Κύριον. Τόν Κύριον ὑμνομεν κα περυψομεν ατν ες τος αἰῶνας.
Αἰνοῦμεν, ελογομεν, κα προσκυνομεν τν Κύριον.
Τὸν Κύριον μνομεν, κα δοξολογομεν ες πάντας τος αἰῶνας.
Τὸν Κύριον μνετε, κα περυψοτε ες πάντας τος αἰῶνας.
 Ἅγιοι Τρεῖς Παῖδες ἐν καμίνῳ:
Σεδράχ, Μισάχ & Ἀβδεναγώ ἤ Ἀνανίας, Ἀζαρίας & Μισαήλ.

Ἀκρόαση: ἐδῶ 

Παρασκευή 6 Απριλίου 2018

Μεγάλη Παρασκευή




Ἰδιόμελα. Ἦχος βαρύς.

Θάμβος ἦν κατιδεῖν, 
τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, 
ἐπὶ Σταυροῦ κρεμάμενον
ἥλιον σκοτισθέντα, 
τὴν ἡμέραν δὲ πάλιν εἰς νύκτα μετελθοῦσαν,
 καὶ τὴν γῆν ἐκ τάφων ἀναπέμπουσαν, 
σώματα νεκρῶν·
μεθ' ὧν προσκυνοῦμέν σε, 
σῶσον ἡμᾶς Κύριε. 

Ἦχος α΄

 Πᾶσα ἡ κτίσις, ἠλλοιοῦτο φόβῳ, 
θεωροῦσά σε, 
ἐν σταυρῷ κρεμάμενον Χριστέ, 
ὁ ἥλιος ἐσκοτίζετο, 
καὶ γῆς τὰ θεμέλια συνεταράττετο, 
τὰ πάντα συνέπασχον, 
τῷ τὰ πάντα κτίσαντι, 
ὁ ἑκουσίως δι' ἡμᾶς ὑπομείνας, 
Κύριε δόξα σοι.

Πηγή: Ὕμνοι Τριωδίου

Πέμπτη 5 Απριλίου 2018

Μεγάλη Πέμπτη

   
Τροπάριον. Ἦχος πλ. δ΄.
Ὅτε οἱ ἔνδοξοι Μαθηταί, 
ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο, 
τότε Ἰούδας ὁ δυσσεβής, 
φιλαργυρίαν νοσήσας ἐσκοτίζετο, 
καὶ ἀνόμοις κριταῖς, 
σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι. 
Βλέπε χρημάτων ἐραστά, 
τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον, 
φεῦγε ἀκόρεστον ψυχὴν 
τὴν Διδασκάλῳ τοιαῦτα τολμήσασαν.
 Ὁ περὶ πάντας ἀγαθός, 
Κύριε δόξα σοι.

Ὕμνοι Τριωδίου 

Τετάρτη 4 Απριλίου 2018

Ἰδού ὁ Νυμφίος ἔρχεται

Τροπάριον

«Ἰδού ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός 
καί μακάριος ὁ δοῦλος, ὅν εὑρήσει γρηγοροῦντα·
ἀνάξιος δέ πάλιν, ὅν εὑρήσει ῥαθυμοῦντα. 
Βλέπε οὖν ψυχή μου, μή τῷ ὕπνῳ κατενεχθῇς, 
ἵνα μή τῷ θανάτῳ παραδοθῇς, 
καί τῆς Βασιλείας ἔξω κλεισθῇς· 
ἀλλά ἀνάνηψον κράζουσα· 
Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεός ἡμῶν, 
προστασίαις τῶν ἀσωμάτων, σῶσον ἡμᾶς.»

ΕΡΜΗΝΕΙΑ
Νά, ὁ Νυμφίος ἔρχεται στό μέσο τῆς νύχτας, 
κι εὐτυχισμένος θά εἶναι ὁ δοῦλος πού θά τόν βρεῖ (ὁ Νυμφίος) ξάγρυπνο νά τόν περιμένει· 
ἀνάξιος ὅμως πάλι θά εἶναι ἐκεῖνος, πού θά τόν βρεῖ ράθυμο καί ἀπροετοίμαστο. 
Βλέπε, λοιπόν, ψυχή μου νά μή βυθιστεῖς στόν πνευματικό ὕπνο, 
γιά νά μήν παραδοθεῖς στό θάνατο (τῆς ἁμαρτίας)
καί νά μείνεις ἔξω τῆς βασιλείας τοῦ Θεοῦ. 
Ἀλλά ἀνάνηψε κράζοντας· Ἅγιος, ἅγιος, ἅγιος εἶσαι ἐσύ ὁ Θεός· 
σῶσε μας διά τῆς προστασίας τῶν ἐπουρανίων Ἀσωμάτων Δυνάμεων (τῶν Ἀγγέλων).

Μετά τήν ψαλμωδία τοῦ Ἀλληλουϊαρίου, στό ὁποῖο ἀπευθύνεται αἶνος πρός τό Θεό, ἀφοῦ προηγηθεῖ ἡ αἴτηση τιμωρίας τῶν ἐχθρῶν Του (τοῦ ἀπαίδευτου λαοῦ καί τῶν ἐνδόξων τῆς γῆς), τό τροπάριο εἰσέρχεται στήν καθαρή ὑπόθεση τῶν πιστῶν Χριστιανῶν.

Ἡ σχέση τους μέ τό Χριστό παρομοιάζεται μέ γάμο, γεγονός εὐφρόσυνο καί φαιδρό. Ἡ ὥρα ὅμως τῶν γάμων εἶναι ἄγνωστη. Οἱ πιστοί πρέπει ξάγρυπνοι νά περιμένουν τήν ἔλευση τοῦ Νυμφίου. Καί νά, ξαφνικά, στό μέσο τῆς νύχτας, σέ χρόνο δηλαδή ἀπρόσμενο, ἀκούγεται ἡ ἰαχή: Ἰδού ὁ Νυμφίος ἔρχεται! Τότε πραγματικά καλότυχος θά εἶναι ὁ δοῦλος, τόν ὁποῖο Νυμφίος θά βρεῖ ἄγρυπνο, ἕτοιμο νά τόν ὑποδεχτεῖ, μέ λαμπρό καί στολισμένο μέ ἔργα ἀγαθά τό ἔνδυμα τῆς ψυχῆς του. Μέ αὐτόν τόν ἄξιο ὀπαδό Του, ὁ Χριστός θά δεθεῖ πνευματικά μέ μιά ἕνωση αἰώνια καί ἀδιάσπαστη, θά τόν ὁδηγήσει στό Νυμφώνα του καί θά τόν κάνει κοινωνό τῶν γλυκασμῶν καί τῆς εὐωχίας τῆς Θείας Βασιλείας Του.

Ἀντίθετα, θά εἶναι ἄθλιος καί δυστυχής ὁ δοῦλος ἐκεῖνος, τόν ὁποῖο ὁ Νυμφίος θά βρεῖ ἀνύποπτο νά κοιμᾶται. Δηλαδή τόν ἄνθρωπο, πού, παραδομένος στίς ἡδονές καί τούς περισπασμούς τῆς ἐπίγειας ζωῆς, ζεῖ ἀδιάφορος καί ἀμέριμνος, χωρίς αἴσθηση τῆς πραγματικῆς του ὑποθέσεως, τῆς σχέσεως του μέ τό Θεό καί τῆς τύχης του στήν ἀπέραντη αἰωνιότητα. Καί ὁ ὁποῖος ἔχοντας τό ἔνδυμα τῆς ψυχῆς του ἀκάθαρτο καί λερωμένο ἀπό ἁμαρτίες, θά κριθεῖ ἀνάξιος τῆς θείας βασιλείας, ἀποκομμένος ἀπό τό πανηγύρι τῆς χαρᾶς τοῦ οὐρανοῦ!

Αὐτά ἔχοντας κατά νοῦ ἡ ψυχή, προτρέπεται νά μένει ἄγρυπνη, νά μήν παραδοθεῖ στή ραθυμία καί τή ραστώνη τοῦ πνευματικοῦ ὕπνου, ὁ ὁποῖος εἶναι ὁ προθάλαμος τοῦ αἰώνιου ὕπνου τοῦ θανάτου καί τῆς ἀπώλειας, πού ἰσοδυναμεῖ μέ τόν ἀποκλεισμό της ἀπό τή Θεία Βασιλεία καί τήν ἔκπτωσή της στό πυκνό σκοτάδι τῆς κολάσεως! Ἀντίθετα μάλιστα, προτρέπεται, κράζοντας τόν τρισάγιο ὕμνο, νά ζητᾶ τό θεῖο ἔλεος μέ τήν προστασία τῶν Ἀσωμάτων Δυνάμεων.


Ἀπό τό βιβλίο τοῦ Ἀνδρέα Θεοδώρου
 “Πρός τό ἑκούσιον Πάθος’

Πηγή: imaik.gr 


Ἀκρόαση: 

 https://www.youtube.com/watch?v=bFGgjJNx69k

Κυριακή 25 Μαρτίου 2018

Ὁ Εὐαγγελισμός τῆς Θεοτόκου


Ἀπολυτίκιον. Ἦχος δ’. 
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον, 
καὶ τοῦ ἀπ' αἰῶνος μυστηρίου ἡ φανέρωσις· 
ὁ Υἷός του Θεοῦ, υἱὸς τῆς Παρθένου γίνεται, 
καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. 
Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ, τῇ Θεοτόκῳ βοήσωμεν· 
Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σοῦ.

Κοντάκιον  Ἦχος πλ. δ’. Αὐτόμελον.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια
Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια
Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε.
Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον
Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον
Ἵνα κράζω σοι, χαῖρε Νύμφη Ἀνύμφευτε.


Ἱερός Ναός Εὑαγγελισμοῦ τῆς Θεοτόκου - Ναζαρέτ
Μεγαλυνάριον. 
Νῦν εὐαγγελίζεται Γαβριήλ, 
τὸ χαῖρε κραυγάζων, μετὰ δέους τῇ Μαριάμ. 
Ὢ τοῦ ξένου τρόπου, ἐν μήτρᾳ γὰρ ἀχράντῳ, 
συνείληπται ὁ Πλάστης, σώζων ὃν ἔπλασε.

Πηγή: synaxarion.gr