«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 8 Μαΐου 2018

Ἐπιστολὴ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου


Β΄ Ἐπιστολὴ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου  

1 Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, 

2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ' ἡμῶν ἔσται εἰς τὸν αἰῶνα·

3 ἔσται μεθ' ὑμῶν χάρις, ἔλεος, εἰρήνη παρὰ Θεοῦ πατρός καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ. 

4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. 

5 καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινὴν, ἀλλὰ ἣν εἴχομεν ἀπ' ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.

6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. αὕτη ἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ' ἀρχῆς ἵνα ἐν αὐτῇ περιπατῆτε. 

7 ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. 

8 βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν.

9 πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.

10 εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε·

11 ὁ γὰρ λέγων αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς. 

12 Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἠβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ἐλθεῖν πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. 

13 ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς· ἀμήν.


Ἅγιος Ἰωάννης ὁ Θεολόγος  

Πηγή: Καινὴ Διαθήκη, σελ. 966-967 & myriobiblos.gr


Ἡ Θεολογία τοῦ Ἀποστόλου καί Εὐαγγελιστοῦ Ἰωάννου.


Ἡ Θεολογία τοῦ Ἀποστόλου καί Εὐαγγελιστοῦ Ἰωάννου.

Τό Εὐαγγέλιο καί οἱ ἐπιστολές τοῦ Ἰωάννη ἀπαρτίζουν τή βασική ἀρχή πού διέπει τή χριστολογία τοῦ Ἰωάννη, πώς ὁ Χριστός μόνος φανερώνει τό Θεό καί ἐξηγεῖ τά περί Θεοῦ (Ἰω. 1, 18). Ἀπώτερος σκοπός τῶν "σημείων" Του, εἶναι νά πιστέψει ὁ κόσμος ὅτι εἶναι ὁ Χριστός, ὁ Υἱός τοῦ Θεοῦ (Ἰω. 20, 31). Ὁ Χριστός μπορεῖ καί ἀποκαλύπτει τό Θεό, διότι εἶναι ὁ Λόγος του.

Ἡ ἔννοια τοῦ Λόγου ἐδῶ λαμβάνει μία νέα διάσταση διαφορετική ἀπό αὐτήν πού εἶχε χρησιμοποιήσει ὁ Φίλων ὁ Ἰουδαῖος ἤ ὁ Πλάτωνας καί ὁ Ἀριστοτέλης. Ἡ θεολογία τῆς ἔννοιας τοῦ Λόγου ἔχει ἕνα νέο σαφές θεολογικό περιεχόμενο. Ὁ Λόγος εἶναι ὁ Ἰησοῦς Χριστός, ὁ δημιουργός τοῦ σύμπαντος, τό φῶς καί ἡ ζωή τῆς ἀνθρωπότητας, ὁ ὁποῖος ἐνανθρώπησε γιά τή σωτηρία τοῦ κόσμου.

Ὁ Ἰωάννης μέ τό ὁμολογιακό κείμενο «Ἐν ἀρχῇ ἦν ὁ Λόγος καί ὁ Λόγος ἦν πρός τόν Θεόν καί Θεός ἦν ὁ Λόγος» (Ἰωάν. 1,1), ἀναφέρει πώς ὁ Λόγος εἶναι προαιώνιος καί θεῖος, ὅτι εἶναι ὁ δημιουργός τοῦ σύμπαντος κόσμου. Ὁ Ἰησοῦς Χριστός εἶναι ἡ ζωή καί τό φῶς καί εἶναι σαφῶς Θεός. Ὁ Λόγος αὐτός ἐνσαρκώθηκε, καί ἡ ἐνσάρκωση αὐτή συνιστᾶ πλήρωση τοῦ ἀποκαλυπτικοῦ ἔργου τοῦ Θεοῦ, ὅπως δόθηκε στό Μωϋσῆ. Τό Θεό κανείς δέν εἶδε ποτέ, ἀναφέρει ὁ Ἰωάννης. Εἶναι ἀκατάληπτος καί ἀόρατος, ἀλλά γίνεται γνωστός μέ τή θεία ἐνανθρώπηση τοῦ Λόγου. Ὁ Λόγος ὡς μονογενής υἱός, πού εἶναι Θεός καί ὑπάρχει στούς κόλπους τοῦ Πατρός, εἶναι ὁ μόνος ἱκανός νά Τόν φανερώνει καί νά Τόν ἐξηγεῖ. Ὁ ἐναθρωπήσας Λόγος εἶναι ὁ ἴδιος πού ἐνήργησε ποικιλοτρόπως κατά τήν Παλαιά Διαθήκη γιά τό σχέδιο τῆς θείας οἰκονομίας. Ὁ Λόγος αὐτός εἶναι ὁ Μεσσίας, τόν ὁποῖον εἶδαν καί ἄκουσαν οἱ μαθητές Του. Εἶναι αὐτός πού θά ἔρθει μέ δόξα γιά νά δώσει τέλος στήν ἀνθρώπινη τραγωδία (Ἀποκ. 19, 11-16).

Στή θεολογία τοῦ Ἰωάννη τό εὐαγγέλιο ταυτίζεται μέ τόν Ἰησοῦ καί ἡ ὑποστατικότητα αὐτοῦ τονίζεται μέ τήν ἔννοια τοῦ "ἐγώ εἰμι". Ἡ φράση εἶναι σαφῶς βιβλική καθότι ὁ Θεός διαβεβαίωσε τόν Μωυσῆ στή βάτο ὅτι "ἐγώ εἰμι ὁ ὤν" (Ἔξοδος 3, 14). Ἐπίσης δηλώνει καί στόν ἰσραηλιτικό λαό πώς "Ἐγώ εἰμι ὁ θεός, καί οὔκ ἔστιν ἄλλος" (Ἠσαΐας 45,22). Ἐδῶ λοιπόν ὁ Θεός ὁμιλεῖ μέ ὑποστατικό τρόπο. Καί ὁ Θεός πού ὁμιλεῖ δέν εἶναι ἄλλος ἀπό τόν ἄσαρκο Λόγο, πού φανερώνει καί τόν Πατέρα. Ὁ Ἰωάννης μᾶς ἀναφέρει μέ σαφήνεια περισσότερες ἀπό δέκα ὁμολογίες τοῦ Κυρίου, ὁ ὁποῖος ἀναφέρει ἐπίσης τό «ἐγώ εἰμι» (Ἰω. 4, 25-26. 6, 35. 8, 12. 8, 24. 8, 28. 10, 7-9 κ.α.). Ἀπό τίς δηλώσεις αὐτές εἶναι φανερό ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Θεός Λόγος, ὁ ὁποῖος, «Ὁ ἤν ἄπ ἀρχῆς, ὁ ἀκηκόαμεν, ὁ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ἐθεασάμεθα καί αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περί τοῦ λόγου τῆς ζωῆς· καί ἡ ζωή ἐφανερώθη, καί ἑωράκαμεν καί μαρτυροῦμεν καί ἀπαγγέλλομεν ὑμῖν τήν ζωήν τήν αἰώνιον, ἤτις ἤν πρός τόν πατέρα καί ἐφανερώθη ἡμῖν" (Α΄ Ἰωάννου 1, 1-2). 

 Πηγή: agiostheologos.gr

Δευτέρα 7 Μαΐου 2018

Τὰ λόγια τοῦ Θεοῦ σὰν τριαντάφυλλο - Ὁσία Σοφία τῆς Κλεισούρας





Καὶ οἱ νέοι νὰ βάλουν στὸν νοῦ τους 

τὰ παντάψηλα τοῦ Θεοῦ λόγια. 

Τὰ λόγια τοῦ Θεοῦ  σὰν τριαντάφυλλο

νὰ εἶναι μέσα εἰς τὴν καρδίαν.


Ὁσία Σοφία τῆς Κλεισούρας


Πηγή: ἐδῶ 

Κυριακή 6 Μαΐου 2018

Εὐαγγέλιον τῆς Κυριακῆς τῆς Σαμαρείτιδος

Κατὰ Ἰωάννη δ΄ 5-42

5 ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. 

6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. 

7 ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς· Δός μοι πεῖν. 

8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι. 

9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· Πῶς σὺ Ἰουδαῖος ὢν παρ' ἐμοῦ πεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος ; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. 

10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. 

11 λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;

12 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; 

13 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· 

14 ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. 

15 λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχομαι ἐνθάδε ἀντλεῖν. 

16 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. 

17 ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω· 

18 πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. 

19 λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.

20 οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν. 

21 λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. 

22 ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.

23 ἀλλ' ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.

24 πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. 

25 λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. 

26 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶν σοι.

27 καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἤ τί λαλεῖς μετ' αὐτῆς; 

28 Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· 

29 Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; 

30 ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. 

31 Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· Ραββί, φάγε.

32 ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. 

33 ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; 

34 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. 

35 οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν. ἤδη. 

36 καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. 

37 ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινὸς, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. 

38 ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. 

39 Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα. 

40 ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. 

41 καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, 

42 τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου.  

 

Καινή Διαθήκη, σελ. 381-385 & myriobiblos.gr 

 Ἀνάλυση: ἐδῶ

 

Παρασκευή 4 Μαΐου 2018

Ἡ χάρη τῶν Ἁγίων μας στὶς ἁγίες εἰκόνες - Ἅγιος Ἰάκωβος ὁ ἐν Εὐβοίᾳ




«Ἡ χάρη τῶν Ἁγίων μας ἀκόμη καὶ πάνω στὰ ξύλα τῶν ἁγίων εἰκόνων ὑπάρχει. Κάποτε στὴν Μικρὰ Ἀσία ἕνας Τούρκος κτηνοτρόφος προσπάθησε μὲ τὸ τσεκούρι του νὰ σχίσει παλιὸ ξύλο εἰκόνας. 

Μὲ τὴν πρώτη τσεκουριὰ τὸ ξύλο ἄρχισε νὰ αἰμορραγεῖ. Ὁ Τούρκος τότε πανικόβλητος παρέδωσε τὴν εἰκόνα στοὺς χριστιανοὺς διηγούμενος τὸ θαῦμα».

Ἄλλοτε πάλι σὲ λιτανεία τῆς εἰκόνας τῆς Παναγίας ὁ Γέροντας εἶδε τὴν εἰκόνα ζωντανὴ τὴν Παναγιὰ νὰ σηκώνει τὸ χέρι της καὶ νὰ τὸν εὐλογεῖ.
Ἅγιος Ἰάκωβος ὁ ἐν Εὐβοίᾳ 
Πηγή: ἐδῶ

Πέμπτη 3 Μαΐου 2018

Γίνε σὰ μέργμηγκας μπροστὰ στὸ Θεό - Φώτης Κόντογλου



Ἄνθρωπε ἄμυαλε,

τί τρέχεις σὰν τρελὸς 

ξοπίσω ἀπὸ ἴσκιους; 

Ζῆσε μὲ ἁπλότητα. 

Γίνε σὰ μέρμηγκας μπροστὰ στὸ Θεὸ 

καὶ τότες θὰ νοιώσεις 

τὴ θερμὴ ἀγκαλιὰ 

ποὺ θὰ σὲ ζεστάνει.


Φώτης Κόντογλου 

Πηγή: ἐδῶ 


Τετάρτη 2 Μαΐου 2018

Μεσοπεντηκοστή


Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
 
Μεσούσης τς ορτς 

διψσάν μου τήν ψυχήν 

εσεβείας πότισον νάματα·  

τι πσι, Σωτήρ βόησας· 
  
διψν ρχέσθω πρός με καί πινέτω.

  πηγή τς ζως, Χριστέ Θεός, δόξα σοι.



Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
 
Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, 

ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης

πρὸς τοὺς παρόντας ἔλεγες Χριστὲ ὁ Θεός· 

Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας. 

Ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν· 

Τοὺς οἰκτιρμους σου δώρησαι ἡμῖν· 

σὺ γὰρ ὑπάρχεις, πηγὴ τῆς ζωῆς ἡμῶν.


Πηγή: synaxarion.gr