«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 11 Ιουλίου 2018

Τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας


Ὦ τοῦ παραδόξου θαύματος! 
ὥσπερ ζῶσα ἡ Μάρτυς, καὶ θανοῦσα ἐν λάρνακι, 
ταῖς τιμαίαις αυτῆς χερσί, 
τὸν ἡμέτερον Τόμον ἐπέφερε, 
τὸν δὲν τῶν αἱρετικῶν τοῖς ποσὶ κατεπάτησεν, 
ἐκφαυλίζουσα τοῦτον τὸ κακόνουν καὶ βλάσφημον,
τῶν δὲ πιστῶν κρατύνουσα τὸ ὀρθὸν καὶ ἀκίβδηλον,
ἕνα μὲν καθ᾿ ὑπόστασιν τὸν Χριστὸν κηρυττόντων,
διπλοῦν δὲν κατὰ φύσιν καὶ θέλησιν. 
Ἧς ταῖς πρεσβείαις, Χριστὲ ὁ Θεός, 
εἰρήνην ταῖς ἐκκλησίαις σου δώρησαι,
καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.   

Πηγή: Μηναῖον Ἰουλίου, «Φῶς», σελ. 85. 




 

Τὸ Εὐαγγέλιον - Δημήτριος Παναγόπουλος



Γνώρισα ἕναν ὁ ὁποῖος μοῦ εἶπε, ὅτι διάβασε τὸ Εὐαγγέλιο 300 φορές! 

Κάθε φορὰ ποὺ τὸ διάβαζε, τραβοῦσε καὶ μία γραμμή. Κάθε φορά ποὺ τὸ διαβάζω, μοῦ ᾿λεγε τὸ βρίσκω καινούργιο! Καταλάβατε; 

Τὸ Εὐαγγέλιο, δὲν παλαιώνει, δὲν περνάει ἡ μόδα του, διότι δὲν εἶναι γραμμένο ἀπὸ ἄνθρωπο μὲ τὴν ἀνθρώπινη σοφία. 

Εἶναι γραμμένο ἀπὸ τὸν ἴδιο τὸν Θεὸ καὶ δὲν ἔχει ἀνάγκη ἀπὸ συμπληρώματα. Ἔχει διαχρονικὴ ἀξία καὶ ἰσχύ.  


Δημήτριος Παναγόπουλος 

Πηγή: Πνευματικὰ Διαμάντια Δημητρίου Παναγόπουλου ἱεροκήρυκος. 2014, «Ὀρθόδοξος Κυψέλη», σελ. 78.





Τρίτη 10 Ιουλίου 2018

Ἐκλογὴ Πνευματικοῦ πατρός - π. Φιλόθεος Ζερβάκος





Ὅπως γιὰ τὸν γιατρὸ τοῦ σώματος 

φροντίζεις νὰ βρεῖς τὸν πιὸ κατάλληλο, 

ἔτσι νὰ κάνεις καὶ 

γιὰ τὴν ἐκλογὴ τοῦ πνευματικοῦ. 


π. Φιλόθεος Ζερβάκος 


Δευτέρα 9 Ιουλίου 2018

Φιλοξενία - Μέγα Γεροντικόν

Ἱερὰ Μονὴ Παναγίας Προυσιώτισσας
 
 
Εἶπε ὁ ἀββᾶς Ἀπολλὼς γιὰ τὴν ὑποδοχὴ τῶν ἀδελφῶν:

«Καθὼς ἔρχονται οἱ ἀδελφοί, πρέπει νὰ ὑποκλινόμαστε μὲ σεβασμό, τὴν ὥρα ἐκείνη στὸν Θεὸ ὑποκλινόμαστε καὶ ὄχι σ᾿ αὐτούς. Γιατὶ λέει «εἶδες τὸν ἀδελφό σου, εἶδες τὸν Θεό σου». Καὶ αὐτό, κατὰ τὴ μαρτυρία τῆς Γραφῆς, τὸ ἔχουμε παραλάβει ἀπὸ τὸν Ἀβραάμ. 

Ἀκόμη ὅταν τοὺς ὑποδέχεστε, νὰ σπεύδετε μ᾿ ὅλη σας τὴν καλὴ διάθεση νὰ τοὺς ἀναπαύσετε. Καὶ αὐτὸ τὸ γνωρίζουμε ἀπὸ τὸ παράδειγμα τοῦ Λὼτ ποὺ μὲ τὴν ἐπιμονή του φιλοξένησε τοὺς ἀγγέλους».
 
Πηγή: ἐδῶ


 

Κυριακή 8 Ιουλίου 2018

Εὐαγγέλιον τῆς Κυριακῆς ΣΤ΄ Ματθαίου



Κατὰ Ματθαῖον θ΄ 1-8.

1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 
2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· Θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 
3 καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ. 
4 καὶ εἰδὼς ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· Ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; 
6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 
7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 
8 ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.


Ἅγιος Ἀπόστολος Ματθαῖος


Πηγές: Καινὴ Διαθήκη, σελ. 35-36 & myriobiblos.gr 



Ὁ Ἀπόστολος τῆς Κυριακῆς ΣΤ΄ Ματθαίου

Ἡ Φιλοξενία τοῦ Ἀβραάμ


Πρὸς Ρωμαίους ιβ΄ 6-14.

6 ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, 

7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ, 

8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι. 

9 Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, 

10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, 

11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, 

12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, 

13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. 

14 εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
 

Ἅγιος Ἀπόστολος Παῦλος 

Πηγή: Καινὴ Διαθήκη, σελ. 646-647 & myriobiblos.gr 

Σάββατο 7 Ιουλίου 2018

Τῆς Ἁγίας Μεγαλομάρτυρος Κυριακῆς




Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Κυρίων τὸν Κύριον, καὶ Βασιλέα Χριστόν, 
ἐξ ὅλης ἠγάπησας, Κυριακή τῆς ψυχῆς, 
καὶ χαίρουσα ἤθλησας· 
ὅθεν Παρθενομάρτυς, παρ’ αὐτοῦ δοξασθεῖσα, 
βρύεις τοὶς σὲ τιμῶσιν, ἰαμάτων τὴν χάριν, 
τοῖς πᾶσιν αἰτουμένη, πταισμάτων συγχώρησιν.

Κοντάκιον  Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Ἡ Μάρτυς Χριστοῦ, ἡμᾶς συνεκαλέσατο, 
τοὺς ἄθλους αὐτῆς, τοὺς θείους καὶ παλαίσματα, 
ἐγκωμίοις ᾆσαι νῦν· φερωνύμως γὰρ αὕτη πέφηνεν, 
ὡς ἀνδρεία τῷ φρονήματι, κυρία νοός τε καὶ παθῶν ἀπρεπῶν.

Μεγαλυνάριον.
Κύριον ποθοῦσα Κυριακή, 
τὸν ὡραῖον κάλλει, παρὰ πάντας τοὺς γηγενεῖς,
τούτῳ ἐνυμφεύθης, ἀθλητικοῖς ἀγῶσιν, 
ὡς Μάρτυς Ἀθληφόρος, καὶ καλλιπάρθενος.


Πηγή: synaxarion.gr