Ἀλφάβητος τοῦ αὐτοῦ κατὰ στοιχεῖον διπλοῦς προτρέπων καὶ ὁδηγῶν εἰς τελειότητα βίου ἀναδραμεῖν τὸν ἄρτι ἀπὸ τοῦ κόσμου ἀναχωρήσαντα
Ἀρχὴν ποιήσας Χριστὸν καὶ θερμὴν πίστιν
οὕτως ἀναχώρησον ἀπὸ τοῦ κόσμου.
Βάδιζε φεύγων συγγενεῖς τε καὶ φίλους,
τοῦτο γὰρ ὠφέλιμον τοῖς ἀρχαρίοις.
Γυμνὸς πρόσελθε τῶν ὑλῶν τῷ ἀΰλῳ,
οὐδὲν μεῖζον εὐρήσεις εἰς συμμαχίαν.
Δειλίαν πᾶσαν ἀπὸ σοῦ ἀπορρίψας,
πρὸς δυνατὸν γὰρ προσέφυγες Δεσπότην.
Ἐλπίδα μᾶλλον προσλαβὼν ἀδιστάκτως,
καὶ γὰρ κήδεται τῶν μικρῶν στρουθίων.
Ζυγὸν βάστασον τὸν ἐλαφρὸν Κυρίου,
πολλὴ ἡ ἀντίδοσις γὰρ τῶν μελλόντων.
Ἡμᾶς βροτοὺς ἅπαντας σῴζοντα δῶρον,
καὶ γὰρ ἠγοράσθημεν αἵματι θείῳ·
θεοὺς δεικνύντα δυνάμει τοῦ καλοῦντος,
τοῦτο γὰρ ἡ σάρκωσις ἡ τοῦ Δεσπότου,
ἵν' ἔργῳ γνῷς τῶν ἔργων τὰς ἐκβάσεις·
τὸ πάντων θαυμαστότερον τῶν ὁρωμένων!
Καλὸν σοι κέρδος ἐκκοπὴ θελημάτων,
μάρτυρα δεικνύει σε τῇ συνειδήσει.
Λόγους πατρός σου καὶ προστάγματα πρᾶττε,
ὁδηγοῦσι γὰρ τὴν ὁδὸν ἀπροσκόπως
μέχρι θανάτου· ὕψος γὰρ τοῦτο μέγα!
Θεὸς φαίνεται διὰ σὲ τοῦτο πράξας.
(...συνεχίζεται).
Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος
Πηγή: Ὕμνοι - Ἐπιστολαὶ Ἁγίου Συμεὼν
τοῦ Νέου Θεολόγου, τόμος 3ος, σελ. 55.