«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 25 Σεπτεμβρίου 2013

Ἀλφάβητος - Ἁγίου Συμεών τοῦ Νέου Θεολόγου (Β')

...

Νόμιζε εἶναι εὐτελέστερος πάντων,
τοῦτον πρῶτόν σε ποιεῖ τῆς βασιλείας, 
ξένον τε πτωχότερος, ταπεινότερος ἄλλων·
μεγάλα ὄντως, εἰ ταῦτα κατορθώσῃς.
λος ὑπάρξῃς μιμητὴς τοῦ Δεσπότου, 
τί δὲ ὑπάρχει ἀγαθότερον τούτου; 
Πάντα κατορθοῖ τὸ πενθεῖν καθ' ἑκάστην,
γλυκὺ γὰρ τοῦτο ὑπὲρ βρῶσιν καὶ πόσιν
εόντων καὶ ἑστώτων διδάσκον γνῶσιν·
ἀφιστᾷ γὰρ πρότερον παντὸς τοῦ κόσμου.
Σιωπὴν ἄσκει, τὴν φυλάττουσαν ταῦτα, 
ῥίζας κόπτει γὰρ ἀνωφελεῖς παντοίας.
Τὴν μνὴμην ἔχε πάντοτε τοῦ θανάτου·
αὕτη γὰρ πρόξενος ταπεινώσεως πέλει·
φ' ὧν καθαρθεὶς καὶ αὐγασθεὶς καρδίαν
ὢ τοῦ θαύματος τοῦ ζητουμένου πᾶσι
φῶς ἀξιωθῇς ἰδεῖν καλῶς τὸ θεῖον, 
βέλος γάρ ἐστιν ἄϋλον ἐξ ἀΰλου·
Χριστὸς δέ ἐστιν ἡ τελεία ἀγάπη, 
ὁ ἔχων αὐτὴν θέσει Θεὸς ὑπάρχει, 
ψυχὰς φωτίζων τὰς αὐτὸν ἐκζητούσας·
αὗται μόναι ζήσονται, μηδεὶς πλανάσθω!
θεοποιὸς ἀγάπη, Θεὸς οὗσα!
Ἔκπληξις τοῦτο καὶ δυσεύρετον πρᾶγμα.

Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος


Πηγή: Ὕμνοι - Ἐπιστολαὶ Ἁγίου Συμεὼν
           τοῦ Νέου Θεολόγου, τόμος 3ος, σελ. 56.