«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Πέμπτη 26 Σεπτεμβρίου 2013

Τῆς Μεταστάσεως τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου


Δόξα. Ἦχος β'. Γερμανοῦ. Οἱ δὲ Βυζαντίου.
Τὸν υἱὸν τῆς βροντῆς, τὸν θεμέλιον τῶν θείων λόγων,
τὸν ἀρχηγὸν τῆς θεολογίας, καὶ κήρυκα πρώτιστον,
τῆς ἀληθοῦς τῶν δογμάτων Θεοῦ σοφίας,
τὸν ἡγαπημένον Ἰωάννην καὶ Παρθένον,
μερόπων γένος κατὰ χρέος εὐφημήσωμεν·
οὗτος γάρ, ἄληκτον ἔχων τὸ Θεῖον ἐν ἑαυτῷ,
τό, Ἐν ἀρχῇ μὲν ἔφησεν ὁ Λόγος,
αὖθις τε τὸ πρὸς τὸν Πατέρα ἀχώριστον,
καὶ τὸ ἶσον μετὰ ταῦτα, τῆς τοῦ Πατρὸς οὐσίας,
δεικνύων ἡμῖν δι' αὐτοῦ, τὴν ὀρθοδοξίαν τῆς Ἁγίας Τριάδος·
δημιουργόν τε ὄντα σὺν τῷ Πατρί, καὶ ζωὴν φέροντα,
καὶ φῶς ἀληθινόν, τὸν αὐτὸν ἔδειξεν ἡμῖν.
Ὢ θαύματος ἐκστατικοῦ καὶ πράγματος ἐκπληκτικοῦ!
Ὅτι πλήρης ὢν τῆς ἀγάπης, πλήρης γέγονε καὶ τῆς θεολογίας,
δόξῃ καὶ τιμῇ καὶ πίστει, θέμεθλος ὑπάρχων,
τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως·
δι' ἧς τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν,
ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.



Καὶ νῦν. Θεοτοκίον, ὁ αὐτός.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθοῦσης·
ὡς γὰρ ἡ βάτος ούκ ἐκαίετο καταφλεγομένη,
οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας:
ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν ἥλιος·
ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.



Ἀπολυτίκιον. Ἦχος β'.
Ἀπόστολε Χριστῷ τῷ Θεῷ ἡγαπημένε, 
ἐπιτάχυνον ῥῦσαι, λαὸν ἀναπολόγητον· 
δέχεταί σε προσπίπτοντα, 
ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος·
ὃν ἰκέτευε Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι,
αἰτούμενος ἡμῖν εἰρήνην καὶ τὸ μέγα ἔλεος.



Κοντάκιον. Ἦχος β'.
Τὰ μεγαλεῖα σου Παρθένε τίς διηγήσεται; 
βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, 
καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν,
 ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.



Μεγαλυνάριον.
Ὡς ἠγαπημένος τῷ Ἰησοῦ, τῆς θεολογίας, 
ἐμυήθης τὸν θησαυρόν· 
ὅθεν Ἰωάννη, Ἀπόστολον θεόπτην, 
καὶ μύστην τῶν ἀρρήτων, σὲ μεγαλύνομεν.


Πηγές: Μηναῖον Σεπτεμβρίου, σελ. 284-285
Νέος Ἐνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου,
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, σελ. 49-50.