«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 23 Οκτωβρίου 2013

Τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου

Ὁ Οἶκος.
Τὸν γόνον σε τοῦ Ἰωσήφ, 
καὶ Ἱεροσολύμων τὸν πρῶτον Ἱεράρχην, 
Ἰάκωβε θεόπτα, καὶ τοῦ Κυρίου ἀδελφόν 
ὕμνοις ἐγκωμίων ἀνυμνοῦμεν εὐσεβῶς, 
καὶ πίστει ἀνακράζομεν·
Δώρησαι ἡμῖν δώρημα τέλειον 
ἐκ τοῦ Πατρὸς τῶν φώτων,
καὶ ἀπέλασον τὴν θλῖψιν 
τὴν ἐπερχομένην καὶ ἐνεστῶσαν 
ἐκ πλήθους πταισμάτων· 
ἐπῆραν γὰρ οἱ ἐχθροὶ καθ' ἡμῶν τὴν πτέρναν, 
καὶ ἐκύκλωσαν ἡμᾶς Ἰσμαηλῖται· 
ὧν θραῦσον ταχὺ τὰ τόξα ἱεροφάντορ, 
ἵνα σε πάντες τιμῶμεν Ἀπόστολε.

Ἀπολυτίκιον. Ἦχος δ'.
Ὡς τοῦ Κυρίου μαθητής, 
ἀνεδέξω Δίκαιε τὸ Εὐαγγέλιον, 
ὡς Μάρτυς ἔχεις τὸ ἀπαράτρεπτον, 
τὴν παρρησίαν ὡς Ἀδελφόθεος, 
τὸ πρεσβεύειν ὡς Ἱεράρχης·
Πρέσβευε Χριστῷ τῷ Θεῷ, 
σωθῆναι τὰς ψυχᾶς ἡμῶν.

Κοντάκιον. Ἦχος δ'.
Ὁ τοῦ Πατρὸς μονογενὴς Θεὸς Λόγος, 
ἐπιδημήσας πρὸς ἡμᾶς ἐπ' ἐσχάτων, 
τῶν ἡμερῶν Ἰάκωβε θεσπέσιε, 
πρῶτόν σε ἀνέδειξε τῶν Ἱεροσολύμων, 
Ποιμένα καὶ Διδάσκαλον, καὶ πιστὸν οἱκονόμον, 
τῶν μυστηρίων τῶν πνευματικῶν·
ὅθεν σε πάντες τιμῶμεν Ἀπόστολε. 

Μεγαλυνάριον.
Κλήσει ἀδελφόθεος πεφηνώς, 
Ἰάκωβε μάκαρ, τῶν ἀρρήτων  μυσταγωγός, 
ἐν Σιὼν ἐδείχθης, καὶ πάθει σου τιμίῳ, 
τὸ ζωηφόρον πάθος, Χριστοῦ ἐδόξασας.

Πηγές: Μηναῖον Ὁκτωβρίου, σελ. 226, 228 &
 ΝέοςἙνιαύσιος Στέφανος, 
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, 
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας σελ. 88.