Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Τρισάριθμον σύνταγμα, τῶν Ἀθλητῶν τοῦ Χριστοῦ,
συμφώνως τιμήσωμεν, ὡς καθαιρέτας ἐχθροῦ,
Μηνᾶν τὸν ἀοίδιμον, Βίκτωρα τὸν γενναῖον,
καὶ Βικέντιον ἅμα, τούτοις συνευφημοῦντες,
Στεφανίδα τὴν θείαν.
Αὐτῶν Χριστὲ ἱκεσίαις, πάντας ἐλέησον.
Κοντάκιον. Ἦχος πλ. δ'. Ὡς άπαρχὰς τῆς φύσεως.
Ὡς εὐσεβείας Μάρτυρας, καὶ Ἀθλητὰς θεόφρονας,
ἡ Ἐκκλησία γεραίρει δοξάζουσα, μαρτυρικοῖς ἐν ᾄσμασι,
Μηνᾶν τε Βίκτωρα καὶ Βικέντιον χαίρουσα,
καὶ Στεφανίδα τὴν γενναιόφρονα, καὶ Χριστὸν μεγαλύνει,
τὸν τούτους δοξάσαντα.
Μεγαλυνάριον.
Ὕμνοις φιλομάρτυρες ἱεροῖς, Μηνᾶν τὸν γενναῖον,
καὶ τὸν Βίκτωρα τὸν στερρὸν, σὺν τῷ Βικεντίῳ,
καὶ Στεφανίδι ἅμα, τοὺς ἀριστεῖς τοῦ Λόγου, ἐγκωμιάσωμεν.
Πηγή: Νέος Ἐνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου,
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, σελ. 114.