«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 27 Μαΐου 2014

Τοῦ Ἁγίου Ἱερομάρτυρος Ὲλλαδίου καὶ τοῦ Ὁσίου Ἰωάννου τοῦ Ρώσου, τοῦ θαυματουργοῦ.

Ἀπολυτίκια. 

Τοῦ Ἱερομάρτυρος. Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον. 

Φερωνύμως ἐδέξω ὡς θεῖον ἔλαιον, 
ἱερουργίας τὴν χάριν, τῇ ἐπινεύσει Χριστοῦ, 
καὶ ἱέρευσας σοφῶς Πάτερ Ἑλλάδιε, 
καὶ Μαρτύρων κοινωνός, δι' ἀγώνων ἱερῶν, 
γενόμενος Ἱεράρχα, καθικετεύεις ἀπαύστως, 
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 

Τοῦ Ὁσίου. Ἦχος γ'. Θείας πίστεως.

Θείας πίστεως, τὸ φῶς κατέχων, 
πικρὰν ἤνεγκας, αἰχμαλωσίαν, 
Ἰωάννη καὶ ὁσίως ἐβίωσας· 
ὅθεν τὸ θεῖον σου λείψανον Ἅγιε, 
θαυματουργίας πηγάζει ἐν Πνεύματι· 
ᾧ προστρέχοντες, ὑμνοῦμεν τὸν σὲ δοξάσαντα, 
τιμῶντας τὰ σεπτά σου προτερήματα. 

Κοντάκια.

Τοῦ Ἱερομάρτυρος. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ. 

Ὥσπερ ἐλαία ἀνεβλάστησας κατάκαρπος
Ἀθλητικὴν ἱερουργὲ νέμων χρηστότητα
Τοῖς τὸ ἔλεος τοῦ Λόγου προσδεχομένοις. 
Ἀλλ' ὡς Μάρτυς καὶ φωστὴρ λαμπρὸς τῆς πίστεως
Καθοδήγησον ἡμᾶς πρὸς γνῶσιν ἔνθεον
Τοὺς βοῶντάς σοι, χαίροις Πάτερ Ἑλλάδιε. 

Τοῦ Ὁσίου. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.

Εὐσεβείας δόγμασιν, ἐντεθραμμένος θεόφρον,
ἀκλινῶς ὑπέμεινας, αἰχμαλωσίας τὰς θλίψεις. 
Ὅθεν σε, ὁ Ζωοδότης λαμπρῶς δοξάσας, δέδωκε, 
πιστοῖς τὸ τίμιον λείψανόν σου, ἀναβλύζον Ἰωάννη, 
Πνεύματι θείῳ ῥεῖθρα ἰάσεων.

Μεγαλυνάρια. 

Τοῦ Ἱερομάρτυρος. 

Ἔλεος Ἑλλάδιε θεϊκόν, 
ταῖς σαῖς εὐπροσδέκτοις, μεσιτείαις πρὸς τὸν Θεὸν, 
βλῦσον Ἱεράρχα, τοῖς πίστει εὐφημοῦσι, 
τῶν σῶν ἀγωνισμάτων, τὴν θείαν ἄθλησιν.

Τοῦ Ὁσίου. 

Ἄστρον ἐξ Ἑῴας ὤφθης λαμπρόν, 
μάκαρ Ἰωάννη, καταυγάζον τοὺς εὐσεβεῖς, 
χάριτι θαυμάτων, καὶ νῆσον τῆς Εὐβοίας, 
τῷ σῷ καθαγιάζεις, λειψάνῳ Ἅγιε.
 
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας

Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 336-337.