«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τετάρτη 10 Φεβρουαρίου 2021

Τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους, τοῦ θαυματουργοῦ


  

Κανών α', ᾨδὴ δ', τοῦ Ἁγίου Ἱερομάρτυρος
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, 

ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, 

ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

Ὡραῖος γέγονας, χρισθεὶς ἐν αἵματι, 

τῆς σεπτῆς μαρτυρίας καὶ καλλοναῖς, ταύτης κατηγλάϊσαι, 

Χαράλαμπες τῶν ἀθλητῶν, ἐγκαλλώπισμα καὶ στήριγμα.

Δαιμόνων ξόανα, τῇ σῇ συνέτριψας, 

Ἀθλοφόρε, ἀνδρείᾳ, ναὸν σαυτόν, τοῦ Ἁγίου Πνεύματος, 

καὶ καρτερίας ἀψευδοῦς, στήλην δείξας καὶ ὑπόδειγμα.

Εἰς ὕψος αἴροντες, τὰς χεῖρας Ἔνδοξε,

 οἱ τοῦ σκότους προστάται σοῦ τὰς πλευράς, ἔξεον τοῖς ὄνυξι,

 τὴν δι' αἰῶνος ἀληθῆ, προξενοῦντές σοι ἀπόλαυσιν.


Θεοτοκίον
Ἰσχὺς καὶ ὕμνησις, Χριστὸς ὁ Κύριος, 

ὁ ἐκ σοῦ ἀνατείλας ὑπερβολῇ, Πάναγνε χρηστότητος, 

καὶ λυτρωσάμενος ἡμᾶς, τῆς ἀρχαίας παραβάσεως.


Κανών β', ᾨδὴ δ', τοῦ Ἱερομάρτυρος
Ἦχος δ'
Ὁ καθήμενος ἐν δόξῃ ΤΟ ΑΚΟΥΤΕ
Λαμπρυνόμενος τῷ φέγγει, τοῦ Θεοῦ Μάρτυς ἔνδοξε, 

πρὸ βημάτων ἔστης, τῶν παρανομούντων ἀδείμαντος, 

καὶ τὸν Χριστὸν ἐλευθέρως ἀνεκήρυξας, Θεὸν τέλειον, 

φύσιν βροτῶν ἐνδυσάμενον.



Μέγας ὄντως ἀνεδείχθη, θησαυρὸς καὶ πολύολβος, 

ἡ τιμία Κάρα, σοῦ τοῦ ἀηττήτου Χαράλαμπες, 

πολυποικίλους τὰς νόσους, τὴν πανώλην τε, 

ἀπελαύνουσα, νόσον δυνάμει τοῦ Πνεύματος.


Θεοτοκίον
Τὴν πανάχραντον Μαρίαν, Θεοτόκον ὑμνήσωμεν, 

τὴν γεννησαμένην, τῆς δικαιοσύνης τὸν Ἥλιον, 

τὴν ἐπουράνιον πύλην τὴν εἰσάγουσαν, 

τοὺς δοξάζοντας, ταύτην Θεοῦ εἰς βασίλεια.

 

Πηγή: Μηναῖον Φεβρουαρίου & glt.goarch.org

Δεν υπάρχουν σχόλια: