Ὁ Ἅγιος Ἱερομάρτυς Φιλούμενος |
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Παραμόνου, καὶ τῶν Ἁγίων τριακοσίων ἑβδομήκοντα συμμαρτύρων αὐτοῦ.
Στίχοι
Ὁ Παράμονος νύπεταί σοι Χριστέ μου.
Γνοὺς γὰρ Θεὸν μόνον σε, σοὶ θνῄσκει μόνῳ.
Ξίφει κεφαλὰς ἄνδρες ἑπτάκις δέκα
Σὺν ἐξαπλῇ διδοῦσι πεντηκοντάδι.
Παράμονον δ' ἐνάτῃ κτάνον εἰκάδι ἔγχεα μακρά.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φιλουμένου.
Στίχοι
Φιλουμένου πείρουσιν ἥλοις τοὺς πόδας,
Χριστὸν φιλοῦντος καὶ Θεῷ φιλουμένου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου
Θεσσαλονίκης, καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος τοῦ ἐν Περσίδι, καὶ τῶν Ἁγίων
ἓξ Μαρτύρων, οὕς διωκομένους, πέτρα ῥαγεῖσα ὑπεδέξατο αὐτούς.
Στίχοι
Ἤνοιξε πέτραν εἰς ταφὴν ἓξ ἀνδράσιν,
Ὁ νεκρὸς εὑρὼν εἰς ταφὴν Χριστὸς πέτραν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὃ Ἅγιος Οὐρβανὸς Ἐπίσκοπος Μακεδονίας, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ὁ χερσὶν οὗτος ἐκπνέων τῶν Ἀγγέλων,
Οὐρβανὸς ἐστιν, οὗ βίος κατ' Ἀγγέλους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὃ Ἅγιος Διονύσιος, Ἐπίσκοπος Κορίνθου, ξίφει πληγεὶς τελειοῦται.
Στίχοι
Διονύσιος εἷς τελῶν θυηπόλων,
Ξίφος μετελθών, εἷς ἐστι καὶ Μαρτύρων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Παγκόσμιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Σύμπας ὁ κόσμος οὐδὲν ἦν Παγκοσμίῳ·
Ἐδὲμ γὰρ ἤρα καὶ μόνης, ἣν λαμβάνει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πιτυροῦν ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Τῇ σῇ θελήσει πρὸς σὲ χωρεῖ Χριστέ μου,
Ὁ σῶν Πιτυροῦν ἐργάτης θελημάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Οὐαλλερῖνος ξίφει τελειοῦται.
Στίχοι
Διὰ στέφος πάντιμον οἴσω καὶ ξίφος.
Ὁ Μάρτυς ἐκραύγαζεν Οὐαλλερῖνος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Φαῖδρος, ῥητίνης ζεούσης καταχεθείσης αὐτῷ, τελειοῦται.
Στίχοι
Πολλοὺς πρὸς ἄλλα, πρὸς δὲ ῥητίνης ζέσιν,
Στερρῶς ἀθλοῦντα, Φαῖδρον ἔγνωμεν μόνον.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Φιλούμενος ὁ Ἱερομάρτυς καὶ Ἁγιοταφίτης πέλεκι τελειοῦται.
Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πηγή: Μηναῖον Νοεμβρίου & glt.goarch.org
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου