«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Εμφάνιση αναρτήσεων με ετικέτα Εὐχή. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Εὐχή. Εμφάνιση όλων των αναρτήσεων

Παρασκευή 16 Νοεμβρίου 2018

Χαρά μου εἶναι ὁ Χριστός





Χαρά μου εἶναι ὁ Χ ρ ι σ τ ό ς,

ἡ συντροφιά Του μοῦ χαρίζει δύναμη καὶ φῶς.

Χαρά μου εἶναι ἡ π ρ ο σ ε υ χ ή,

ποὺ μ᾿ ἀνεβάζει ἔως τὰ οὐράνια ἐκεῖ.




Χαρά μου εἶναι ἡ Ἁ γ ί α Γ ρα φ ή,

τὸ μάννα ποὺ μοῦ τρέφει τὴν ψυχή.

Χαρά μου εἶναι ἡ Ἐ κ κ λ η σ ί α,

ὅπου ἀξιώνομαι νὰ συμμετέχω στὴν Θεία Λειτουργία.




Χαρά μου εἶναι ἡ Ν η σ τ ε ί α,

ποὺ μὲ τὴν προσευχὴ διώχνει τοῦ πονηροῦ τήν παρουσία.

Χαρά μου εἶναι ἡ Φ ι λ α ν θ ρ ω π ί α,

τῆς Χριστιανικῆς ἀγάπης ἡ ἀκτινοβολία.




Χαρά μου εἶναι ἡ Μ ε τ ά ν ο ι α,

ποὺ ἐλευθερώνει, ἀπ᾿ τὴν ἁμαρτία, τὴν καρδιὰ καὶ τὴν διάνοια.

Χαρά μου εἶναι ἡ Ἐ ξ ο μ ο λ ό γ η σ η,

ποὺ σβήνει ἁμαρτίες καὶ προσφέρει Θεοῦ συγχώρηση.




Χαρά μου εἶναι ἡ Θ ε ί α  Κ ο ι ν ω ν ί α,

νιώθω μέσα μου, τοῦ Θεοῦ τὴν παρουσία.

Χαρά μου εἶναι ἡ τ α π ε ί ν ω σ η,

ἓχω τοῦ ἁμαρτωλοῦ ἑαυτοῦ μου τὴν ἐπίγνωση.




Χαρά μου εἶναι ὁ κάθε ἄ ν θ ρ ω π ο ς,

ὁ πλησίον, ὁ ἀδελφὸς μου, γνωστὸς ἢ ἄγνωστος.

Χαρά μου εἶναι ἡ  ἐ ρ γ α σ ί α,

μοῦ χαρίζει τὴν πολύτιμη ψυχοσωματικὴ ἰσορροπία.




Χαρὰ μου εἶναι ἡ ὡ ρ α ί α  π λ ά σ η,

γιατὶ ἡ Δημιουργία τοῦ Θεοῦ μὲ ὸδηγεῖ στὸν Πλάστη.

Χαρά μου εἶναι ὅλες οἱ δ ο κ ι μ α σ ί ε ς,

τὶς δέχομαι γιὰ τὴ σωτηρία μου, σὰν θείες εὐλογίες.




Χαρά μου εἶναι ἡ α ἰ ώ ν ι α ζ ω ή,

ἐκεῖ στρέφονται ὅλοι μου οἱ κόποι καὶ οἱ στοχασμοί.

Χαρά μου εἶναι ἡ Γ έ ν ν η σ η  τ ο ῦ  Χ ρ ι σ τ ο ῦ,

ἂς γεννηθεῖ καὶ στὴν καρδιά
 
 τοῦ κάθε Ὀρθόδοξου Χριστιανοῦ πιστοῦ! 
 
Κ Α Λ Η   Σ Α Ρ Α Κ Ο Σ Τ Η !
 
Πηγή: ἀνώνυμος ποιητὴς ἢ ποιήτρια 



 

Παρασκευή 5 Οκτωβρίου 2018

Εὔχομαι ἐκ καρδίας μου - π. ΦΙλόθεος Ζερβάκος




Εὔχομαι ἐκ καρδίας μου 
ὅπως ὁ Κύριος, 
ὁ χορηγὸς τῶν ἀγαθῶν καὶ τῶν δωρεῶν, 
σᾶς δίδη πίστι στερεά, 
ἀγάπη κραταιὰ καὶ 
ὑγεία μέχρι τέλους, 
διὰ νὰ ἀγωνισθῆτε ὑπὲρ πίστεως καὶ πατρίδος 
καὶ τῶν ἀποδήμων ἀδελφῶν μας· 
καὶ μὲ τὴν βοήθεια τοῦ παντοδύναμου Θεοῦ, 
ἄνευ τοῦ ὁποίου οὐδὲν δυνάμεθα ποιῆσαι, 
καὶ τῆς προστασίας τῆς παναχράντου Μητρὸς Αὐτοῦ.   

π. Φιλόθεος Ζερβάκος

Πηγή: Πατρικὲς διδαχὲς, «Γ. Φιλοθέου Ζερβάκου». «Ὀρθόδοξος Κυψέλη»,σελ. 32.


 

Τρίτη 2 Οκτωβρίου 2018

Νὰ χαίρῃς ἀδιαλείπτως - Γέρων Ἰωσὴφ ὁ Ἡσυχαστὴς



Εὔχομαι τέκνον μου μὲ πόνο ψυχῆς, μὲ πλῆθος δακρύων, νὰ σὲ φυλάττῃ ὁ Κύριος ἀπὸ κάθε κακόν.

Σπεύδων ταχέως νὰ φεύγῃς ὡς ἔλαφος ὑπερπηδῶν τὰς παγίδας τοῦ διαβόλου· καὶ πατῶν ἐπὶ ἀσπίδας καὶ βασιλίσκους νὰ χαίρῃς ἀδιαλείπτως εἰς τὴν χαρὰν τοῦ γλυκύτατου Ἰησοῦ καὶ τῆς Παναχράντου Μητρὸς Του.

Γέρων Ἰωσήφ ὁ Ἡσυχαστὴς

Πηγή: Ἔκφρασις Μοναχικῆς Ἐμπειρίας, «Ἱ.Μ. Φιλοθέου, Ἅγιον Ὄρος», σελ. 271.   

Παρασκευή 7 Σεπτεμβρίου 2018

ΕΥΧΗ ΥΠΕΡ ΤΗΣ ΜΑΚΕΔΟΝΙΑΣ - Σεβασμιωτάτου Μητροπολίτου Ἐδέσσης, Πέλλης καὶ Ἀλμωπίας ΙΩΗΛ

 
 
 
ΕΥΧΗ ΥΠΕΡ ΤΗΣ ΜΑΚΕΔΟΝΙΑΣ
 
(Ποίημα τοῦ Μητροπολίτου Ἐδέσσης, Πέλλης καὶ Ἀλμωπίας ΙΩΗΛ)

   Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ ἐλευθερώσας διὰ τοῦ πάθους καὶ τῆς Ἀναστάσεώς σου τὸ γένος τῶν ἀνθρώπων ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὁ δι᾿ ὁράματος ἐν Τρωάδι (Πρ. 16,9) εἰπὼν τῷ Παύλῳ, «διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν», ὁ τὸν παλαιὸν Ἰσραὴλ πολλάκις βοηθήσας, ὁ σώσας τὴν Ἱερουσαλὴμ ἐκ τῶν ἐχθρῶν αὐτῆς καὶ εἰπών, «Ἐπιστρέψω ἐπὶ Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ (Ζαχ. 1,16), ὁ ἐμπνεύσας τῷ Ἰούδᾳ τῷ Μακκαβαίῳ λαλῆσαι, «κρεῖσσον ἡμᾶς ἀποθανεῖν ἐν τῷ πολέμῳ ἢ ἐπιδεῖν ἐπὶ τὰ κακὰ τοῦ ἔθνους ἡμῶν καὶ τῶν ἁγίων» (Α΄ Μακκ. 3,59), ὁ κλαύσας ἐπὶ τὴν Ἱερουσαλήμ, τὴν κατὰ τὸ ἀνθρώπινον πατρίδα σου (Λκ. 19,41-44), ὁ προστατεύσας τὴν Ἑλλάδα, τὴν πατρίδα ἡμῶν «ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς» (πρβλ. Λκ. 1,71), ὁ ποιήσας τὸ ἔθνος ἡμῶν «ἔθνος ἅγιον καὶ λαὸν εἰς περιποίησιν» (πρβλ. Α΄ Πέτρ. 2, 9), ἐπάκουσον ἐν τῇ ὥρᾳ ταύτῃ τῆς δεήσεως ἡμῶν.
   Διασκέδασον πάντα ἐχθρὸν καὶ πολέμιον ὡς καὶ πᾶσαν πονηρὰν βουλὴν καὶ μηχανὴν τῶν ἰσχυρῶν τῆς γῆς διὰ τὴν Ἑλληνικωτάτην Μακεδονίαν ἡμῶν. Φώτισον τὸν νοῦν καὶ τὴν διάνοιαν τῶν ἀρχόντων ἡμῶν εἰς τὸ εἰδέναι τί τὸ συμφέρον διὰ τὴν Μακεδονίαν. Κραταίωσον αὐτοὺς πράττειν τὰ κράτιστα καὶ ἁρμόδια αὐτῇ. Ἐνδυνάμωσον τοὺς κατοίκους τῆς Μακεδονίας ἐν ταύταις ταῖς ἡμέραις τῆς θλίψεως αὐτῶν καὶ δὸς αὐτοῖς πνεῦμα δυνάμεως καὶ ἰσχύος εἰς τὸ ὑπερασπίζεσθαι τὸ ὄνομα τῆς πατρίδος ἡμῶν.
   Ἐπάκουσον τῆς φωνῆς τοῦ λαοῦ σου τοῦ ἀγωνιζομένου διὰ τὴν ἀκεραιότητα τῆς φιλτάτης ἡμῶν πατρίδος καὶ τὴν περιφρούρησιν τῆς Μακεδονίας. Ἀπόστησον ἀφ᾿ ἡμῶν πᾶσαν κακόνοιαν, δαιμονικὴν ἐνέργειαν, πρᾶξιν ἐπιζήμιον καὶ ἔργα ἐρεβώδη καὶ ἀνθελληνικά, ἐπιβουλεύοντα τῇ ὑποστάσει καὶ ἀξιοπρεπείᾳ τῆς Μακεδονίας ἡμῶν. Φυγάδευσον πάντα διχασμὸν καὶ ἐμφύλιον διαμάχην ἐκ τοῦ λαοῦ τοῦ ἀγωνιζομένου διὰ τὴν διάσωσιν τοῦ ὀνόματος καὶ τῆς ὑποστάσεως τῆς Μακεδονίας.
Ὅτι σὺ εἶ ὁ συστήσας τὰ ἔθνη καὶ τὰς ὁροθεσίας αὐτῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 
 
Πηγή: ἐδῶ 

 
ΜΕΤΑΦΡΑΣΗ ΣΤΗΝ ΔΗΜΟΤΙΚΗ
 

Τετάρτη 20 Ιουνίου 2018

Καλὸν Παράδεισον Πάτερ!



Ἐκοιμήθη στὶς 19 Ἰουνίου 2018, 
ὁ π. Παναγιώτης Καραγιάννης, 
ἕνας ἁγιασμένος, ταπεινὸς καὶ ἀγωνιστὴς κληρικός. 
Τὴν εὐχή του νὰ ἔχουμε.  

Καλὸν Παράδεισον Πάτερ!

Παρασκευή 18 Μαΐου 2018

Εἴθε ν’ ἀνακαινιστεῖ μέσα μας ὁ πρῶτος ἄνθρωπος, ὁ οὐράνιος. - Ἅγιος Νικόλαος Έπίσκοπος Ἀχρίδος

 
Αἰνοῦμε κι εὐλογοῦμε τὸν Κύριο, γιατί μὲ τὴν Ἀνάληψή Του φώτισε τὸ νοῦ μας γιὰ νὰ δοῦμε τὸ δρόμο καὶ τὸν προορισμὸ τῆς ζωῆς μας. 

Αἰνοῦμε κι εὐλογοῦμε τὸν Πατέρα, πού μὲ τὴν ἀγάπη Του ἀνταποκρίνεται στὴν ἀγάπη μας πρὸς τὸν Υἱό καὶ ἐνοικεῖ, μαζὶ μὲ τὸν Υἱό, σὲ ὅλους ἐκείνους πού ὁμολογοῦν καὶ τηροῦν τὶς ἐντολές Του. 

Ἔχουμε διαρκῶς τὸν Πατέρα καὶ τὸν Υἱὸ στὸ νοῦ μας, τοὺς αἰνοῦμε καὶ τοὺς εὐλογοῦμε ὅπως ἔκαναν οἱ ἀπόστολοι στὴν Ἱερουσαλὴμ κι ἀναμένουμε τὸ Ἅγιο Πνεῦμα, τὸν Παράκλητο, νὰ ἔρθει καὶ σέ μᾶς. 

Περιμένουμε Ἐκεῖνον πού μᾶς ἐπισκιάζει ὅλους στὸ βάπτισμα, ἀλλά ἀποσύρεται ὅταν ἁμαρτάνουμε.

Εἴθε ν’ ἀνακαινιστεῖ μέσα μας ὁ πρῶτος ἄνθρωπος, ὁ οὐράνιος. Εἴθε κι ἐμεῖς μαζὶ μὲ τοὺς ἀποστόλους νὰ αἰνοῦμε καὶ νὰ εὐλογοῦμε τὸν ἀναληφθέντα στοὺς οὐρανοὺς Κύριο Ἰησοῦ Χριστό, στὸν Ὁποῖο πρέπει κάθε δόξα καὶ ὕμνος, μαζὶ μὲ τὸν Πατέρα καὶ τὸ Ἅγιο Πνεῦμα, τὴν ὁμοούσια καὶ ἀδιαίρετη Τριάδα, τώρα καὶ πάντα καὶ στοὺς αἰῶνες τῶν αἰώνων. Ἀμήν.
Ἅγιος Νικόλαος Βελιμίροβιτς

Ἐπίσκοπος Ἀχρίδος

Πηγή: imaik.gr 

 

Τρίτη 1 Μαΐου 2018

Σὲ ὅλους τοὺς ἀνθρώπους - Ὅσιος Ἰσαὰκ ὁ Σύρος

Καλή  Πρωτομαγιά!

Ἡ σκέπη καὶ ἡ πρόνοια τοῦ Θεοῦ 

ἀπλώνεται ἑπάνω σὲ ὅλους τοὺς ἀνθρώπους, 

τὴν βλέπουν ὅμως ὅσοι καθάρισαν 

τὸν ἑαυτό τους ἀπὸ τὴν ἁμαρτία.
 
Ὅσιος Ἰσαάκ ὁ Σύρος

Δευτέρα 1 Ιανουαρίου 2018

Καλὴ καὶ θεάρεστη χρονιά!



Ἡ 1η Ἰανουαρίου 
καὶ ὅλος ὁ αὐτὸς ὁ μήνας 
πρέπει νὰ γίνει γιὰ τὸν καθένα μας 
ἕνας σταθμός. 
Σταθμὸς ἀποφάσεων 
γιὰ κάτι τὸ καλύτερο καὶ τὸ ὡραιότερο.
 Γιὰ μιὰ ζωή, 
ὅπως τὴ θέλει ὁ Θεός.

π. Γερβάσιος Ραπτόπουλος

Πηγή: Στοχασμοὶ νέας χρονιᾶς, Ἀρχιμ. Γερβασίου Ἰωάν. Ραπτοπούλου,Ἱεροκήρυκος, Ο.Χ.Α. «Ὁσία Ξένη» , σελ. 23.

Τετάρτη 11 Ιουνίου 2014

Εὐχὴ μυστικὴ εἰς τὸ Ἅγιον Πνεῦμα - Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος

ΕΥΧΗ ΜΥΣΤΙΚΗ : Τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Συμεών εὐχή μυστική, δι᾿ ἧς ἐπικαλεῖται τό Πνεῦμα τό Ἅγιον ὁ αὐτό προορῶν.

Ἐλθέ τό φῶς τό ἀληθινόν, ἐλθέ ἡ αἰώνιος ζωή, ἐλθέ τό ἀποκεκρυμμένον μυστήριον, ἐλθέ ὁ ἀκατονόμαστος θησαυρός, ἐλθέ τό ἀνεκφώνητον πρᾶγμα, ἐλθέ τό ἀκατανόητον πρόσωπον, ἐλθέ ἡ ἀΐδιος ἀγαλλίασις, ἐλθέ τό ἀνέσπερον φῶς, ἐλθέ πάντων τῶν μελλόντων σωθῆναι ἡ ἀληθινή προσδοκία, ἐλθέ τῶν κειμένων ἡ ἔγερσις, ἐλθέ τῶν νεκρῶν ἡ ἀνάστασις, ἐλθέ ὁ δυνατός, ὁ πάντα ἀεί ποιῶν καί μεταποιῶν καί ἀλλοιῶν μόνῳ τῷ βούλεσθαι! 

Ἐλθέ ὁ ἀόρατος καί ἀναφής πάντῃ ἀψηλάφητος, ἐλθέ ὁ ἀεί μένων ἀμετακίνητος καί καθ᾿ ὥραν ὅλος μετακινούμενος καί ἐρχόμενος πρός ἡμᾶς τούς ἐν τῷ ᾅδη κειμένους, ὁ ὑπεράνω πάντων τῶν οὐρανῶν, ἐλθέ τό περιπόθητον ὄνομα καί θρυλούμενον, λαληθῆναι δέ παρ᾿ ἡμῶν, ὅπερ εἷς, ἤ γνωσθῆναι, ὁποῖος ἤ ποταπός, ὅλως ἡμῖν ἀνεπίδεκτον. 

Ἐλθέ ἡ αἰώνιος χαρά, ἐλθέ τό στέφος τό ἀμαράντινον, ἐλθέ ἡ πορφύρα τοῦ μεγάλου Θεοῦ καί βασιλέως ἡμῶν, ἐλθέ ἡ ζώνη ἡ κρυσταλλοειδής καί διάλιθος, ἐλθέ τό ὑπόδημα τό ἀπρόσιτον, ἐλθέ ἡ  βασίλειος ἁλουργίς καί αὐτοκρατορική ὄντως δεξιά! 

Ἐλθέ, ὅν ἐπόθησε καί ποθεῖ ἡ ταλαίπωρός μου ψυχή, ἐλθέ ὁ μόνος πρός μόνον, ὅτι μόνος εἰμί, καθάπερ ὁρᾷς! Ἐλθέ ὁ χωρίσας ἐκ  πάντων καί ποιήσας με μόνον ἐπί τῆς γῆς, ἐλθέ ὁ γενόμενος πόθος αὐτός ἐν ἐμοί καί ποθεῖν σε ποιήσας με, τόν ἀπρόσιτον παντελῶς! 

Ἐλθέ ἡ πνοή μου καί ἡ ζωή, ἐλθέ ἡ παραμυθία τῆς ταπεινῆς μου ψυχῆς, ἐλθέ ἡ χαρά καί ἡ δόξα καί ἡ διηνεκής μου τρυφή!

Εὐχαριστῶ σοι, ὅτι ἕν πνεῦμα ἐγένου μετ᾿ ἐμοῦ˙ ἀσυγχύτως, ἀτρέπτως, ἀναλλοιώτως ὁ ἐπί πάντων Θεός, καί αὐτός μοι τά πάντα ἐν πᾶσι γεγένησαι, τροφή ἀνεκλάλητος καί εἰς ἅπαν ἀδάπανος, ἀενάως ὑπερεκχεομένη τοῖς τῆς ἐμῆς ψυχῆς χείλεσι καί ὑπερεκβλύζουσα ἐν τῇ πηγῇ τῆς καρδίας μου, ἔνδυμα ἀπαστράπτον καί καταφλέγον τούς δαίμονας, κάθαρσις διά ἀφθάρτων καί ἁγίων δακρύων ἐκπλύνουσά με, ὧν ἡ σή παρουσία, πρός οὕς παραγίνῃ, χαρίζεται. 

Εὐχαριστῶ σοι, τό φῶς ἀνέσπερόν μοι γεγένησαι καί ἥλιος ἄδυτος, ποῦ κρυβῆναι μή ἔχων ὁ πληρῶν τῆς σῆς δόξης τά σύμπαντα. Οὐδέποτε γάρ ἀπεκρύβης ἀπό τινος, ἀλλ᾿ ἡμεῖς ἀεί κρυπτόμεθα ἀπό σοῦ, ἐλθεῖν πρός σέ μή βουλόμενοι. Ποῦ γάρ καί κρυβήσῃ ὁ μηδαμοῦ ἔχων τόπον τῆς σῆς καταπαύσεως; Ἤ διά τί, ὁ μήποτε ἀποστρεφόμενος τῶν πάντων τινά, μήτε τινά αὐτῶν ἐντρεπόμενος; Νῦν οῦν ἐνσκήνωσον, Δέσποτα, ἐν ἐμοί καί κατοίκησον καί μεῖνον ἀδιαστάτως, ἀχωρίστως μέχρι τέλους ἐν ἐμοί τῷ δούλῳ σου, ἀγαθέ, ἵνα κἀγώ εὑρεθῶ ἐν τῇ ἐξόδῳ μου καί μετά τήν ἔξοδον ἐν σοί, ἀγαθέ, καί συμβασιλεύσω σοι, τῷ ἐπί πάντων Θεῷ!  

Μεῖνον, Δέσποτα, καί μή ἐάσῃς με μόνον, ἵνα ἐρχόμενοι οἱ ἐχθροί μου, οἱ ζητοῦντες ἀεί τοῦ καταπιεῖν τήν ψυχήν μου καί εὑρίσκοντές σε μένοντα ἐν ἐμοί, φεύξωνται παντελῶς καί μή ἰσχύσωσι κατ᾿ ἐμοῦ, βλέποντές σε, τόν ἰσχυρότερον πάντων, ἔνδοθεν καθήμενον ἐν τῇ οἰκίᾳ τῆς ταπεινῆς μου ψυχῆς. 

Ναί, Δέσποτα, ὡς ἐμνήσθης μου, ὅτε ἐν τῷ κόσμῳ ἐτύγχανον καί ἀγνοοῦντός μου αὐτός ἐξελέξω με καί ἀπό τοῦ κόσμου ἐχώρισας καί πρό προσώπου τῆς δόξης σου ἔστησας, οὕτω καί νῦν ἔνδον ἱστάμενόν με εἰς ἀεί καί ἀμετακίνητον ἐν τῇ ἐμοί οἰκήσει σου διαφύλαξον, ἵνα μή βλέπων σε διηνεκῶς ὁ νεκρός ἐγώ ζῶ, καί ἔχων σε ὁ πένης ἀεί πλουτῶ, καί βασιλέων πάντων ἔσομαι πλουσιώτερος, καί ἐσθίων καί πίνων σε καθ᾿ ὥραν ἐπενδυόμενος ἐν ἀνεκλαλήτοις ὦ καί ἔσομαι ἐντρυφῶν ἀγαθοῖς, ὅτι σύ ὑπάρχεις πᾶν ἀγαθόν καί πᾶσα δόξα καί πᾶσα τρυφή καί σοί πρέπει ἡ δόξα, τῇ Ἁγίᾳ καί Ὁμοουσίῳ καί Ζωοποιῷ Τριάδι, τῇ ἐν Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι σεβομένῃ τε καί γνωριζομένῃ καί προσκυνουμένῃ καί λατρευομένῃ ὑπό πάντων νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Ἅγιος Συμεών ὁ Νέος Θεολόγος 

Τετάρτη 1 Ιανουαρίου 2014

Εἰς τὸν Ἅγιον Βασίλειον

Κύριε Παντοκράτορ ὁ Θεὸς ἡμῶν, 

ὁ τῇ τοῦ πιστοῦ ποιμένος καὶ ὁμολογητοῦ σου 

Βασιλείου διδαχῇ καὶ ἐπιμελείᾳ

τὰς τῶν λυμεώνων αἱρέσεις καὶ κακοδοξίας πόρρω 

ἀπὸ τῆς τῶν πιστῶν σου ποίμνης ἀπελάσας,

οὗ ταῖς ἱκεσίαις δυσωπηθείς, πρόσδεξαι, δεόμεθά σου, 

τὰς εὐχὰς ἡμῶν, καὶ ἀντίδος ἡμῖν χάριν, 

ἵνα πάντοτε ἐν ὀρθοδόξῳ πίστει, 

ἀγάπη τε εἰλικρινεῖ, καὶ ἐλπίδι βεβαίᾳ σὲ λατρεύωμεν, 

καὶ ἔργοις ἀγαθοῖς ζῶσαν τὴν πίστιν ἔχωμεν·

ὅπως ἀπὸ πάσης τῆς τῶν ἐλαττωμάτων καὶ σφαλμάτων

νοός τε καὶ σώματος κηλῖδος καθαροί, καὶ ἐλεύθεροι 

τῷ ἐλέει σου διατηρούμενοι, καὶ τὴν ἀοίδιμον μνήμην αὐτοῦ 

ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς 

ἐτησίως γεραίροντες, καὶ νῦν καὶ ἐν τῷ μέλλοντι

 καταξιωθῶμεν εὐαρεστῆσαι σοι. 

Ὅτι εὐλογητὸς εἶ ἐν πᾶσι τοῖς ἁγίοις σου 

εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ἱερομόναχος Ἄνθιμος Δρόσος Βρυέννιος 

Πηγή: Μέγα Προσευχητάριον, Α. Σιμωνώφ, σελ. 562.

Πέμπτη 28 Νοεμβρίου 2013

Καὶ στὴν Ὁμόνοια μπορεῖς νὰ ἁγίασεις

Περπατοῦσα κάποια μέρα 

στὴν Ὁμόνοια καὶ σκέφτηκα: 

«Ἐδῶ στὴν Ὁμόνοια ἁγίασε ὁ Παππούλης*». 

Ἦρθα σὲ κατάνυξι, ἔσκυψα τὸ κεφάλι 

καὶ ἄρχισα νὰ λέω τὴν εὐχὴ 

«Κύριε Ἰησοῦ Χριστὲ ἐλέησόν με». 

Ὅταν πήγαμε τὸ Σάββατο στὸν Γέροντα*

μοῦ εἶπε μόλις μὲ εἶδε:

- Ναί, εἶναι ἀλήθεια, καὶ στὴν Ὁμόνοια 

μπορεῖς ν' ἁγιάσεις καὶ νὰ προσευχηθεῖς.

Αἰσθανόμουν ὅτι παρακολουθεῖ ὅλες 

τὶς κινήσεις τῆς ψυχῆς μου.

Πηγή: Θαυμαστά γεγονότα καὶ συμβουλὲς τοῦ Γέροντος Πορφυρίου, 
Ἱερὸν Γυναικεῖον Ἡσυχαστήριον Μεταμορφώσεως τοῦ Σωτήρος Μήλεσι Ἀττικῆς, σελ. 114. 

___________________________________________
* Ὁ Ἅγιος Πορφύριος ὁ Καυσοκαλυβίτης, 
τὴν εὐχὴ του νὰ ἔχουμε.

Τετάρτη 27 Νοεμβρίου 2013

Ὁ πάντας καλῶν πρὸς σωτηρίαν

Εὐχαὶ ἐκ τῆς Ἀκολουθίας τοῦ Μεσονυκτικοῦ
 
        Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτὸς Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. 

Τὰς ψυχὰς ἡμῶν ἁγίασον· τὰ σώματα ἅγνισον· τοὺς λογισμοὺς διόρθωσον· τὰς ἐννοίας κάθαρον· καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν.

Πηγή: Μέγα Προσευχητάριον, Α. Σιμωνώφ, σελ. 140

Τρίτη 29 Οκτωβρίου 2013

Ἀγαπητοὶ ἐν Χριστῷ ἀδελφοὶ

Ἀγαπητοὶ ἐν Χριστῷ ἀδελφοί, χαίρετε ἐν Κυρίῳ πάντοτε!

Σᾶς εὐχαριστοῦμε θερμὰ γιὰ τὴν ἀφανή σας παρουσία στὸ ὀρθόδοξο ἰστολόγιο «Χαρὰ Κυρίου» ποὺ σήμερα συμπληρώνει ἕνα ἔτος λειτουργίας. Ἦταν Κυριακὴ 28 Ὁκτωβρίου τοῦ 2012 ποὺ εἴπαμε:

ΟΧΙ στὸ ψέμμα.
ΟΧΙ στὴν ἁμαρτία.
ΟΧΙ στὸν πόλεμο.
ΟΧΙ στὴν ἀπανθρωπιά. 
ΟΧΙ στὰ πάθη.
ΟΧΙ στὶς αἱρέσεις.
ΟΧΙ στὴν ἀπιστία.
ΟΧΙ στὴν κακία.
ΟΧΙ στὸ μῖσος.
ΟΧΙ στὰ νούμερα.

ΝΑΙ στήν ἀλήθεια.
ΝΑΙ στὸ θέλημα τοῦ Θεοῦ.
ΝΑΙ στὴν εἰρήνη.
ΝΑΙ στὴν ἀνθρωπιά. 
ΝΑΙ στὶς ἀρετές.
ΝΑΙ στὴν Ὀρθοδοξία.
ΝΑΙ στήν πίστη.
ΝΑΙ στὴν καλωσύνη.
ΝΑΙ στὴν ἐν Χριστῷ ἀγάπη. 
ΝΑΙ στοὺς ἀνθρώπους.


Γι' αὐτό, τὴν Δευτέρα 29 Ὁκτωβρίου 2012,  μὲ τὴν χάρη τοῦ Θεοῦ καὶ τὴν εὐλογία τῶν πνευματικῶν μας πατέρων, δημιουργήθηκε αὐτὸ τὸ ἰστολόγιο, καί θὰ συνεχιστεῖ ὅσο θελήσει ὁ καλὸς Θεὸς καὶ ἐσεῖς. 

Πολύ σᾶς εὐχαριστοῦμε. 
 Δόξα τῷ Ἁγίῳ Τριαδικῷ Θεῷ!
 
ἀπειροελάχιστοι

Παρασκευή 23 Αυγούστου 2013

Ὕμνος στὴν Παναγία

Ὦ ΜΑΚΑΡΙΑ Παρθένε, Κεχαριτωμένη Μαρία, 

ὑπερευλογημένη, στολίδι τοῦ ἀνθρώπινου γένους,

χαρὰ τῶν Ἀγγέλων, ἀγαλλίαμα ὅλης τῆς πλάσης,

κορωνίδα τῶν ἀρετῶν, εἰκόνα τοῦ Θεοῦ πανέμορφη, 

καλοσυνάτη Βασίλισσα, ἐγκωμιάζουμε τὴν ἁγιοσύνη σου.

Σοῦ χρωστοῦμε χάριτες γιατί συνέργησες καὶ 

διακόνησες στή λύτρωσή μας.

Σὲ παρακαλοῦμε, λοιπόν, Ὑπεραγία Θεοτόκε, 

δέξου τὴ δέησή μας καὶ διαβίβασέ την στὸν Υἱό Σου, 

τὸν Κύριο Ἰησοῦ Χριστό, καὶ δι' αὐτοῦ στὸν Θεὸ Πατέρα

καὶ τὸ Ἅγιον Πνεῦμα...

 Ἄν ἀκούει τοὺς ἁμαρτωλούς, ποὺ μετανοοῦν, 

ὁ Θεὸς πῶς δὲν θ' ἀκούσει τὶς δικές Σου πρεσβείες; 

Σπεῦσε, σπλαχνικότατη Μητέρα τοῦ Ἰησοῦ μας καὶ 

ἀπάλλαξέ μας ἀπὸ τοὺς φόβους καὶ τοὺς πόνους μας.

Δῶσε μας σταθερὴ μετάνοια. Ἔγνοια γιὰ τὴ σωτηρία μας.

Ἀναπλήρωσε ὅ,τι μᾶς λείπει ἀπὸ τὴ μακροχρόνια κακία μας.

Ἔχομε τὴν ἐλπίδα ὅτι δὲν θὰ μᾶς ἐγκαταλείψεις

γιὰ τὴν πολλή Σου εὐσπλαχνία, ὦ Κεχαριτωμένη

καὶ εὐλογημένη Παναγία Δέσποινα.

Ἅγιος Γεννάδιος Σχολάριος 

Πηγή: Ἁγιοπατερικό Προσευχητάριο 
σελ. 106

Πέμπτη 15 Αυγούστου 2013

Εὐχὴ εἰς τὴν σεβάσμιον Κοίμησιν τῆς Θεοτόκου

Τῇ αὐτῇ ἡμέρᾳ ἐσπέρας
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀγαθὲ καὶ φιλάνθρωπε, 

ὁ εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος

καταδεξάμενος ἐκ τῆς ἁγιωτάτης καὶ ἀειπαρθένου Μαρίας

ἐνανθρωπῆσαι ἀτρέπτως καὶ ἀναλλοιώτως, ἵνα δι' ἧς φύσεως 

τῆς ἀθανασίας καὶ ἀφθαρσίας πάλαι ἐξεπέσαμεν,

δι' αὐτῆς αὖθις εἰς αὐτὴν ἀνακαλέσῃς ἡμᾶς·

ἧς ταῖς εὐπροσδέκτοις πρεσβείαις δυσωπηθείς, ἀπέλασον,

δεόμεθα σου, ἀφ' ἡμῶν πᾶσαν κακίαν καὶ μοχθηρὰν διαγωγήν· 

καὶ τὰς ὁδοὺς ἡμῶν, πράξεις τε καὶ προαιρέσεις

εἰς τὸ θέλημά σου κατευθύνας, εὐδόκησον, 

ἵνα τὴν πανσεβάσμιον κοίμησιν αὐτῆς 

ἐν ψαλμοῖς καὶ ὕμνοις  καὶ ᾠδαῖς πνευματικαῖς

εὐσεβοφρόνως τιμῶντες, ἔχωμεν αὐτὴν παρὰ σοὶ διηνεκῶς

ὑπὲρ ἡμῶν πρεσβεύουσαν, ὅπως καὶ νῦν καὶ ἐν τῷ μέλλοντι, 

σοῦ ἐλεοῦντος, δυνηθῶμεν εὐαρεστῆσαί σοι. 

Ὅτι εὐλογητὸς εἶ καὶ δεδοξασμένος 

εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 Πηγή: Μέγα Προσευχητάριον, Α. Σιμωνώφ, σελ.582  

Τρίτη 6 Αυγούστου 2013

Εὐχὴ εἰς τὴν Μεταμόρφωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ

Κύριε παντοκράτορ ὁ Θεὸς ἡμῶν, 

ἄτρεπτε καὶ ἀναλλοίωτε, 

ὁ εὐδοκήσας διὰ τῆς ἐνδόξου καὶ φρικτῆς 

μεταμορφώσεως τοῦ ἀγαπητοῦ σου Υἱοῦ, 

τὸ πρὸ αἰώνων κεκαλυμμένον μυστήριον 

τῆς σωτηρίας ἡμῶν ἐπ' ἐσχάτων φανερῶσαι, 

καὶ διὰ τῆς ἐκ νεφέλης γενομένης οὐρανόθεν φωνῆς σου, 

τὰ τῶν Προφητῶν προκηρυχθέντα, 

καὶ τὴν πρός σε τελείαν υἱοθεσίαν 

καὶ οἰκειότητα ἡμῖν βεβαιῶσαι· 

πρόσδεξαι, δεόμεθά σου, τὰς εὐχαριστηρίους 

ταύτας καὶ ἱκετηρίους ἡμῶν ἐντεύξεις, 

καὶ ταῖς ἀκτῖσι τῆς ὑπερφώτου λαμπρότητός σου 

τὴν τῶν ἡμετέρων ψυχῶν ἀμαυρότητα φωτίσας, 

καὶ τὰς κηλῖδας τῶν ἁμαρτιῶν ἡμῶν 

ῥαντισμῷ τοῦ ἐλέους σου ἀποσμήξας, 

καθαροὺς λατρευτάς σου ἀνάδειξον ἡμᾶς· 

ὅπως κεκαθαρμένοι ψυχῇ τε καὶ σώματι, 

τὴν πανίερον ταύτην ἑορτήν ἐπιτελοῦντες,

 καταξιωθῶμεν τῆς ἀϊδίου δόξης ἐπιτυχεῖν. 

Ὅτι εὐλογητὸς εἶ εἶς τοὺς αἰῶνας τῶν αἰώνων. 

Ἀμήν.

 Πηγή: Μέγα Προσευχητάριον, Α. Σιμωνώφ, σελ.580

Δευτέρα 18 Μαρτίου 2013

Κύριε καί Δέσποτα τῆς ζωῆς μου

Κύριε  καί  Δέσποτα  τῆς  ζωῆς  μου, 

πνεῦμα  ἀργίας,  περιεργίας,  

φιλαρχίας  καί  ἀργολογίας

 μή  μοι  δῷς.

Πνεῦμα  δέ  σωφροσύνηςταπεινοφροσύνης,  

ὑπομονῆς  καί  ἀγάπης 

χ ά ρ ι σ α ί   μ ο ι   τῷ  σῷ  δούλῳ.

Ναί,  Κύριε  Βασιλεῦ, 

δ ώ ρ η σ α ί   μ ο ι   τοῦ  ὁρᾷν  τά  ἐμά  πταίσματα  καί 

μή  κατακρίνειν  τόν  ἀδελφόν  μου· 

ὅτι  εὐλογητός  εἶ  εἰς  τούς  αἰῶνας  τῶν  αἰώνων· 

Ἀμήν.

Κυριακή 10 Μαρτίου 2013

Κυριακή τῆς Ἀπόκρεω

Πολύ σημαντικά μηνύματα μᾶς δίνει τό Εὐαγγέλιο, ἀγαπητοί ἀδελφοί.

Ἡ Δευτέρα Παρουσία τοῦ Κυρίου θά γίνει, ὅπως καί ἡ τελική κρίση καί ἀνταπόδωση.

Θά ἔλθει μέ τήν δόξα Του καί ὅλοι οἱ Ἅγιοι Ἄγγελοι θά εἶναι μαζί Του καί 

τότε θά καθήσει στό θρόνο τῆς δόξας Του. 

Θά συναχθοῦν μπροστά Του ὅλα τά ἔθνη καί 

θά ξεχωρίσει ὡς Ποιμένας, τά πρόβατα στά δεξιά Του καί τά ἐρίφια ἐξ εὐωνύμων

δηλαδή στά ἀριστερά Του. Στούς δικαίους πού ἔθρεψαν τόν πεινασμένο, 

πότισαν τόν διψασμένο, συνήγαγαν τόν ξένο, περιέβαλαν τόν γυμνό, 

ἐπισκέφθηκαν τόν φυλακισμένο καί τόν ἀσθενή, θά τούς πεῖ:

δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε 

τήν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπό καταβολῆς κόσμου...

Ἀμήν λέγω ὑμῖν, ἐφ' ὄσον ἐποιήσατε

 ἑνί τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, 

ἐμοί ἐποιήσατε. 

 Ἐνῶ στούς ἀνυπάκοους, ἀμετανόητους πονηρούς 

πού δέν ἔχουν ἀγάπη στόν Θεό καί στόν πλησίον 

καί παρομοιάζονται μέ τά κατσίκια θά τούς πεῖ:

πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι εἰς τό πῦρ τό αἰῶνιον 

τό ἡτοιμασμένον τῷ  διαβόλῳ καί τοῖς ἀγγέλοις αὐτοῦ. 

Καί αὐτοί  θά ἀπέλθουν στήν αἰῶνια κόλαση, ἐνῶ οἱ δίκαιοι στήν αἰῶνια ζωή.
_____________________________________________________________
Εὐχόμαστε ὁλόψυχα, ὅλοι οἱ βαπτισμένοι Ὀρθόδοξοι ἐν Χριστῷ ἀδελφοί 

νά ἀκούσετε τά ἄνωθεν,ἔντονα γράμματα, πού θά εἰπωθοῦν ἀπό τόν Κύριο.

Ὅσο γιά ἐμᾶς, ἔχουμε τόν νοῦ μας στόν Ἄδη καί δέν ἀπελπιζόμαστε, 

ὅπως εἶπε ὁ Ἅγιος Σιλουανός.  

Τετάρτη 2 Ιανουαρίου 2013

Εὐχή τοῦ Μεγάλου Βασιλείου - Μέγας Βασίλειος

Ὁ Θεός ὁ αἰώνιος, τό ἄναρχον φῶς καί ἀΐδιον, 

ὁ  δημιουργός πάσης κτίσεως, 

ἡ τοῦ ἐλέους πηγή, τό τῆς ἀγαθότητος πέλαγος καί 

τῆς φιλανθρωπίας ἀνεξιχνίαστος ἄβυσσος,

ἐπίφανον ἐφ' ἡμᾶς τό φῶς τοῦ προσώπου σου, Κύριε.

Λάμψον ἐν ταῖς καρδίαις ἡμῶν, νοητέ ἥλιε τῆς δικαιοσύνης, καί

τῆς σῆς εὐφροσύνης τάς ψυχάς ἡμῶν πλήρωσον· καί 

δίδαξον ἡμᾶς τά σά μελετᾶν ἀεί καί φθέγγεσθαι κρίματα, καί

ἐξομολογεῖσθαί σοι διηνεκῶς τῷ ἡμετέρῳ εὐεργέτῃ καί πρυτάνει.

Τά τῶν χειρῶν ἡμῶν ἔργα πρός τό σόν κατεύθυνον θέλημα καί 

πράττειν ἡμᾶς τά σοί εὐάρεστα καί φίλα εὐόδωσον· 

ἵνα καί διά τῶν ἀναξίων ἡμῶν δοξάζηταί σοι τό πανάγιον ὄνομα,

τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, 

τῆς μιᾶς θεότητός τε καί βασιλείας,    

ᾗ πρέπει πᾶσα δόξα τιμή καί προσκύνησις εἰς τούς αἰῶνας. 

Ἀμήν.
Πηγή: Μέγα Προσευχητάριον Α. Σιμωνώφ, σελ. 187