«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Εμφάνιση αναρτήσεων με ετικέτα Ἀρχάγγελοι & Ἄγγελοι. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ἀρχάγγελοι & Ἄγγελοι. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 8 Νοεμβρίου 2020

Τῶν Ἁγίων παμμεγίστων Ταξιαρχῶν Μιχαὴλ καὶ Γαβριὴλ καὶ πασῶν τῶν Ἀσωμάτων οὐρανίων Δυνάμεων

αγγελοι 

 

Κανών γ', ᾨδὴ η', τοῦ Γαβριὴλ. Ἦχος πλ. δ'. Ἑπταπλασίως κάμινον ΤΟ ΑΚΟΥΤΕ
Ἄρχων Ἀγγέλων πέφυκε, Μιχαὴλ ὁ Ἀρχάγγελος,

 ἀλλὰ συνδοξάζεται, αὐτῷ λαμπρότατα, 

ὁ μύστης τῆς χάριτος, καὶ τῆς Παρθένου μνήστωρ σεπτός,

ὁ τῶν Ἀσωμάτων, Στρατηγός ἐπαξίως, 

χαρὰν προδιαγγέλλων, Γαβριὴλ τοῖς βοῶσι· 

Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.


Τὰ τῶν Ἀγγέλων τάγματα, ἐν ποικίλῃ μορφῇ κατιδών,

Ἰεζεκιὴλ προϊστορῶν ἐκήρυττεν, ἐν οἷς ἑξαπτέρυγα,

τὰ Σεραφὶμ παρίστανται, καὶ τὰ Χερουβίμ,

πολυομμάτως ἐκύκλουν, μεθ' ὧν τοὺς Ἀρχαγγέλους,

ἠλεκτρίνους ἑώρα, Χριστὸν δοξολογοῦντας, 

εἰς πάντας τοὺς αἰῶνας.


Ὡς φοβερὰν τὴν ἔλευσιν, τῆς δευτέρας καθόδου σου,

 ἐκδηλοποιῶν ὁ Δανιὴλ προέλεγεν· 

Ὡς θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἐκάθησε, 

καὶ τὰς τῶν Ἀγγέλων, μυριάδας εἰσάγει, 

ἐν φόβῳ, παρεστώσας, καὶ φωναῖς ἀσιγήτοις, 

βοώσας τῇ Τριάδι, εἰς πάντας τοὺς αἰῶνας.

 
Θεοτοκίον
Ὁ τῷ Πατρὶ καὶ Πνεύματι, ὁμοούσιος Λόγος ἑκών, 

ὤφθη καὶ ἡμῖν, ἐκ τῆς Παρθένου σύμμορφος, 

οὐ φύρας εἰς ἄλληλα, τὰ τῆς φρικτῆς ἑνώσεως· 

εἷς γὰρ ὁ αὐτός, ἐν ἑκατέροις δείκνυται, 

ἐν δύο ταῖς οὐσίαις, καὶ μιᾷ, ὑποστάσει,

ἧς νῦν τῆς ἐμφερείας, τὸν τύπον προσκυνοῦμεν.

 
Καταβασία ΤΟ ΑΚΟΥΤΕ
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, 

ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, 

τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, 

τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν·

Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε,

 εἰς πάντας τοὺς αἰῶνας. 

 

Πηγή:  http://glt.goarch.org/

Ἀπόστολος τῆς Κυριακῆς Ζ΄Λουκᾶ

 Τι είναι Άγγελοι, κατά τον Ιωάννη τον Δαμασκηνό | poimin.gr

 

Ἐπιστολὴ πρὸς Ἑβραίους β΄ 2-10.


2 εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, 

3 πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, 

4 συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. 

5 Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν, 

6 διεμαρτύρατο δὲ πού τις λέγων· τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; 

7 ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, 

8 πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ πάντα ὑποτεταγμένα· 

9 τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. 

10 ἔπρεπε γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.

 

Ἅγιος Ἀπόστολος Παῦλος

Πηγή: Καινὴ Διαθήκη, σελ.868-869 & myriobiblos.gr 

 

Δευτέρα 13 Ιουλίου 2020

Τῆς Συνάξεως τοῦ Ἁρχαγγέλου Γαβριήλ


Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος Ἀρχάγγελος, τῶν νοερῶν στρατιῶν, 
Τριάδος τὴν ἔλλαμψιν, καθυποδέχῃ λαμπρῶς, 
Γαβριὴλ Ἀρχιστράτηγε· 
ὅθεν ἐκ πάσης βλάβης, καὶ παντοίας ἀνάγκης, 
σῶζε ἀπαρατρώτους, τοὺς πιστῶς σε τιμῶντας, 
καὶ πόθῳ ἀνευφημοῦντας, τὰ σὰ θαυμάσια.



Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
  Τῶν ἀσωμάτων λειτουργῶν ὡς πρωτεύων.
τὸ πρὸ αἰώνων ὁρισθὲν ὄντως μέγα,
 σὺ Γαβριὴλ πεπίστευσαι μυστήριον, 
τόκον τὸν ἀπόρρητον, τῆς Ἁγίας Παρθένου, 
χαῖρε προσφωνῶν αὐτῇ, ἡ Κεχαριτωμένη.
 Χρεωστικῶς σε ὅθεν οἱ πιστοί, 
ἐν εὐφροσύνῃ, ἀεὶ μακαρίζομεν.


Μεγαλυνάριον.
Τὶς ἀπαριθμήσει τὰς πρὸς ἡμᾶς, 
σοῦ εὐεργεσίας, Ἀρχιστράτηγε Γαβριήλ;
σὺ γὰρ καθ’ ἑκάστην, ἐπιφοιτῶν τῷ κόσμῳ, 
τὰ κρείττω πᾶσι νέμεις·  διὸ ὑμνοῦμέν σε.

Πηγή: synaxarion.gr  



Πέμπτη 26 Μαρτίου 2020

Σύναξις τοῦ Ἀρχαγγέλου Γαβριήλ

 
Τὸ ὄνομα Γαβριὴλ σημαίνει τὴν ἰσχὺ τοῦ Θεοῦ. Ὁ Ἄρχων Γαβριὴλ εἶναι ἕνας ἐκ τῶν τριῶν Ἀγγέλων ποὺ ἀναφέρονται στὴν Ἁγία Γραφή. Ἀπεστάλη ἀπὸ τὸν Θεὸ στὸν Ζαχαρία, γιὰ νὰ τοῦ ἀναγγείλει τὴν γέννηση τοῦ Ἰωάννου τοῦ Προδρόμου, στὴν Παρθένο Μαριάμ, γιὰ νὰ τὴν χαιρετίσει καὶ νὰ φέρει τὸ μήνυμα τῆς ἐπικείμενης γέννησης τοῦ Λυτρωτοῦ καὶ στὸν Προφήτη Δανιήλ, γιὰ νὰ ἐξηγήσει τὰ ὁράματα τὰ ὁποῖα εἶχε δεῖ αὐτὸς καὶ νὰ ἀποκαλύψει τὸν χρόνο τῆς ἐλεύσεως τοῦ Μεσσία.

Ἡ Ἐκκλησία τιμᾶ τὴν Σύναξη τοῦ Ἀρχαγγέλου Γαβριήλ, ἐπειδὴ προανήγγειλε τὴ Σάρκωση τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ.

Ἀπολυτίκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Φερωνυμίᾳ καταλλήλῳ ἐμπρέπων, 
καθυπουργεῖς ἐν τῇ τοῦ Λόγου σαρκώσει, 
ὡς στρατηγὸς τῶν Ἀσωμάτων τάξεων· 
ὅθεν εὐηγγέλισαι, τῇ Παρθένῳ Μαρίᾳ, 
χαῖρε προσφωνῶν αὐτῇ, τὸν Θεὸν γὰρ συλλήψῃ· 
ὃν ἐκδυσώπει σώζεσθαι ἡμᾶς, 
τοὺς σὲ ὑμνοῦντας, Γαβριὴλ Ἀρχάγγελε.


Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Οὐρανίου τάξεως, φωτοειδὴς στρατηγέτης, 
Γαβριὴλ Ἀρχάγγελε, γεγενημένος ἐν δόξῃ, 
ἤγγειλας, χαρὰν τὴν ἄληκτον τῇ Παρθένῳ· 
ταύτῃ γὰρ, τὴν τοῦ ἀνάρχου σύλληψιν Λόγου,
 ἐκβοῶν εὐηγγελίσω· χαῖρε Παρθένε
 εὐλογημένη Ἁγνή.

Ἕτερον Κοντάκιον. Ἦχος δ’.
Ἀρχιστράτηγε Θεοῦ, λειτουργὲ θείας δόξης, 
τῶν ἀνθρώπων ὁδηγὲ καὶ ἀρχηγὲ ἀσωμάτων, 
τὸ συμφέρον ἡμῖν πρέσβευε, καὶ τὸ μέγα ἔλεος, 
ὡς τῶν ἀσωμάτων Ἀρχιστράτηγος.

Μεγαλυνάριον.
Ὅλος ἡλιόμορφος καὶ φαιδρός, 
Γαβριὴλ ἐπέστης, τῇ Παρθένῳ ἐν Ναζαρέτ· 
παρ’ ἧς νῦν τὴν αἴγλην, τῆς Τρισηλίου δόξης, 
δεχόμενος ἀΰλως, ἡμᾶς καταύγασον.

Πηγή: synaxarion.gr 

Παρασκευή 6 Σεπτεμβρίου 2019

Ἀνάμνησις τοῦ ἐν Χώναις θαύματος τοῦ Ἀρχαγγέλου Μιχαὴλ





Στιχηρά. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι ΤΟ ΑΚΟΥΤΕ
Τρισηλίου θεότητος, παραστάτης φαιδρότατος, 
Μιχαὴλ δεικνύμενος, ἀρχιστράτηγε, 
μετὰ τῶν ἄνω Δυνάμεων, κραυγάζεις γηθόμενος, 
Ἅγιος εἶ ὁ Πατήρ, Ἅγιος ὁ συνάναρχος, 
Λόγος Ἅγιος, καὶ τὸ Ἅγιον Πνεῦμα· 
μία δόξα, βασιλεία, μία φύσις, 
μία Θεότης καὶ δύναμις.
 

Ἦχος δ'
Καὶ τὸ εἶδός σου πύρινον, καὶ τὸ κάλλος θαυμάσιον, 
Μιχαὴλ πρωτάγγελε· τῇ ἀΰλῳ γάρ, φύσει διέρχῃ τὰ πέρατα,
 πληρῶν τὰ προστάγματα, τοῦ τῶν ὅλων Ποιητοῦ, 
δυνατὸς ἐν ἰσχύϊ σου γνωριζόμενος, 
καὶ πηγὴν ἰαμάτων τὸν ναόν σου, 
ἐργαζόμενος τῇ κλήσει, 
τῇ σῇ ἁγίᾳ τιμώμενον.
 

Ἦχος δ'
Ὁ ποιῶν τούς Ἀγγέλους σου, ὥσπερ γέγραπται πνεύματα,
 καὶ τοὺς λειτουργοῦντάς σοι, φλόγα πύρινον, 
μέσον ταγμάτων πρωτεύοντα, ἀνέδειξας Κύριε, 
σοῦ τῶν ἀρχαγγελικῶν, Μιχαὴλ ἀρχιστράτηγον, 
σοῦ ταῖς νεύσεσι, καθυπείκοντα Λόγε, 
καὶ τὸν ὕμνον, τὸν Τρισάγιον ἐν φόβῳ,
 ἀναφωνοῦντα τῇ δόξῃ σου.
 

Δοξαστικόν. Ἦχος πλ. β'. Βυζαντίου
Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι· 
ὁ πρωτοστάτης γὰρ ὑμῶν, καὶ ἡμέτερος προστάτης, 
ὁ μέγας Ἀρχιστράτηγος, τὴν σήμερον ἡμέραν, 
ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, 
παραδόξως ἐποπτανόμενος ἁγιάζει· 
ὅθεν κατὰ χρέος, ἀνυμνοῦντες αὐτόν, βοήσωμεν· 
Σκέπασον ἡμᾶς, ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, 
μέγιστε Μιχαήλ Ἀρχάγγελε.
 

Θεοτοκίον. Ἦχος πλ. β'
Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Παρθένων χοροστασίαι· 
ἡ προστασία γὰρ ἡμῶν, καὶ μεσίτρια καὶ σκέπη, καὶ μέγα καταφύγιον, 
τὴν σήμερον ἡμέραν, ἐν τῇ σεπτῇ αὐτῆς καὶ θείᾳ προμηθείᾳ, 
τοὺς θλιβομένους παραμυθεῖται· ὅθεν κατὰ χρέος,
 ἀνυμνοῦντες αὐτήν, βοήσωμεν· Σκέπασον ἡμᾶς, 
ἐν τῇ θείᾳ προστασίᾳ σου, ἄχραντε Θεοτόκε Δέσποινα. 



Πηγή:  Μηναῖον Σεπτεμβριου, « Φῶς», σελ. 75 &  glt.goarch.org



Σάββατο 13 Ιουλίου 2019

Τῆς Συνάξεως τοῦ Ἀρχαγγέλου Γαβριήλ



Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος Ἀρχάγγελος, τῶν νοερῶν στρατιῶν,
 Τριάδος τὴν ἔλλαμψιν, καθυποδέχῃ λαμπρῶς, 
Γαβριὴλ Ἀρχιστράτηγε· 
ὅθεν ἐκ πάσης βλάβης, καὶ παντοίας ἀνάγκης, 
σῶζε ἀπαρατρώτους, τοὺς πιστῶς σε τιμῶντας, 
καὶ πόθῳ ἀνευφημοῦντας, τὰ σὰ θαυμάσια.





Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ἀσωμάτων λειτουργῶν ὡς πρωτεύων,
τὸ πρὸ αἰώνων ὁρισθὲν ὄντως μέγα, 
σὺ Γαβριὴλ πεπίστευσαι μυστήριον, 
τόκον τὸν ἀπόρρητον, τῆς Ἁγίας Παρθένου, 
 χαῖρε προσφωνῶν αὐτῇ, ἡ Κεχαριτωμένη.
 Χρεωστικῶς σε ὅθεν οἱ πιστοί, 
ἐν εὐφροσύνῃ, ἀεὶ μακαρίζομεν.





Μεγαλυνάριον.
Τὶς ἀπαριθμήσει τὰς πρὸς ἡμᾶς, 
σοῦ εὐεργεσίας, Ἀρχιστράτηγε Γαβριήλ; 
σὺ γὰρ καθ’ ἑκάστην, ἐπιφοιτῶν τῷ κόσμῳ, 
τὰ κρείττω πᾶσι νέμεις· διὸ ὑμνοῦμέν σε.

Πηγή: synaxarion.gr 

Tὸ συγκλονιστικὸ θαῦμα τῶν Ἀρχαγγέλων Μιχαὴλ καὶ Γαβριὴλ

  

Στὰ χρόνια τῆς βασιλείας τοῦ Νικηφόρου Γ΄ τοῦ Βοτανειάτη (1078-1081), ἡσύχαζε στὸ Ἅγιον Ὄρος στὴν τοποθεσία Δάφνη, ὁ μοναχὸς Εὐθύμιος μὲ τὴν συνοδεία του. 

Ὕστερα ὅμως ἀπὸ ἐπιδρομὴ τῶν Σαρακηνῶν, ἀναγκάστηκαν νὰ φύγουν καὶ νὰ ἐγκατασταθοῦν στὴ θέση ποὺ βρίσκεται σήμερα ἡ μονὴ Δοχειαρίου. Αὐτοὶ ἔχτισαν ἐκεῖ τὴ μονή.

Τὸν Εὐθύμιο διαδέχθηκε ὁ ἀνηψιός του Νεόφυτος. Ὁ Νεόφυτος εἶχε στὸν κόσμο μεγάλη περιουσία, ποὺ τὴ διέθεσε τώρα γιὰ νὰ χτίσει ἐκκλησία καὶ ν’ ἀσφαλίσει τὴ μονὴ μὲ τειχόκαστρο καὶ πύργο. 

Ἦταν ὅμως λυπημένος, γιατὶ τὰ χρήματά του δὲν ἐπαρκούσαν γιὰ τὴν ἁγιογράφηση τοῦ ναοῦ. Ζήτησε τότε τὴ βοήθεια τοῦ Θεοῦ, κι Ἐκεῖνος ἀπάντησε μὲ τὸ ἀκόλουθο θαῦμα:

  ΕΔΩ 

 

 

Τετάρτη 6 Σεπτεμβρίου 2017

Τό ἐν Χώναις θαῦμα τοῦ Ἀρχαγγέλου Μιχαήλ

Ὁ Ἀρχάγγελος Μιχαὴλ καὶ ὁ Ἅγιος Ἄρχιππος.

Ἦχος δ΄. Ὠς γενναῖον ἐν Μάρτυσι.

Τρισηλίου Θεότητος, 
παραστάτης φαιδρότατος,
Μιχαὴλ δεικνύμενος, ἀρχιστράτηγε, 
μετὰ τῶν ἄνω Δυνάμεων, 
κραυγάζεις γηθόμενος, 
Ἅγιος εἶ ὁ Πατήρ, 
Ἅγιος ὁ συνάναρχος, Λόγος Ἅγιος, 
καὶ τὸ Ἅγιον Πνεῦμα·
μία δόξα, βασιλεία, μία φύσις,
 μία Θεότης καὶ δύναμις.


Πηγή: Μηναῖον Σεπτεμβρίου, σελ. 75, ἐκδόσεις «ΦΩΣ».

 ______________________________________________________

Τὸ θαῦμα τοῦ Ἀρχαγγέλου:    

https://www.youtube.com/watch?v=ijP7iCC6bAc