«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Τρίτη 1 Ιουλίου 2014

Tῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ

Ἦχος πλ. β' . Αὐτόμελον. 

Ὅλην ἀποθέμενοι, ἐν οὐρανοῖς τὴν ἐλπίδα, 
θησαυρὸν ἀσύλητον, ἑαυτοῖς οἱ Ἅγιοι ἐθησαύρισαν· 
δωρεὰν ἔλαβον, δωρεὰν διδοῦσι, τοῖς νοσοῦσι τὰ ἱάματα· 
χρυσὸν ἢ ἀργύριον, εὐαγγελικῶς οὐκ ἐκτήσαντο· 
ἀνθρώποις τε καὶ κτήνεσι, τὰς εὐεργεσίας μετέδωκαν· 
ἵναν διὰ πάντων, ὑπήκοοι γενόμενοι Χριστῷ, 
ἐν παρρησίᾳ πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Ὕλην ἐβδελύξαντο, τὴν ἐπὶ γῆς φθειρομένην· 
οὐρανοπολῖται δέ, σαρκὶ ἰσάγγελοι ἐχρημάτισαν, 
ἡ ὁμόφρων σύσκηνος, ξυνωρὶς ὁμότροπος, 
τῶν Ἁγίων καὶ ὁμόψυχος· διὸ τοῖς κάμνουσι, 
πᾶσι τὰς ἰάσεις βραβεύουσιν, ἀνάργυρον παρέχοντες 
τὴν εὐεργεσίαν τοῖς χρῄζουσιν. 
Οὒς ἐν ἐτησίοις, τιμήσωμεν ἀξίως ἑορταῖς, 
ἐν παρρησίᾳ πρεσβεύοντες,ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Ὅλην εἰσοικίσασα, ἐν αὐτῇ τὴν Τριάδα, 
δυὰς ἡ ἀοίδιμος, Κοσμᾶς καὶ Δαμιανὸς οἱ θεόφρονες, 
ὡς κρουνοὶ βλύζουσιν, ἐκ πηγῆς νάματα, 
ζωηφόρου τῶν ἰάσεων· ὧν καὶ τὰ λείψανα, 
πάθη δι' ἀφῆς θεραπεύουσι· καὶ μόνα τὰ ὀνόματα, 
νόσους ἐκ βροτῶν ἀπελαύνουσι· 
πάντων τῶν προσφύγων, σωτήριοι τελοῦντες, τῷ Χριστῷ, 
ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ὴμῶν. 


Πηγή: Μηναῖον Ἰουλίου, «Φῶς», σελ. 8.

Δευτέρα 30 Ιουνίου 2014

Εὐαγγέλιον τῆς Συνάξεως τῶν Ἁγίων Δώδεκα Άποστόλων

Εὐαγγέλιον κατὰ Ματθαῖον θ' 36 & ι' 1-8

36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. 

1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 

2 Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, 

3 Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος,

4 Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.

5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· 

6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.

7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. 

8 ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Πηγές: myriobiblos.gr & Kαινὴ Διαθήκη, σελ. 39-41.

Κυριακή 29 Ιουνίου 2014

Κυριακὴ τῶν Ἁγίων ἐνδόξων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου

Εὐαγγέλιον κατὰ Ματθαῖον ιστ' 13-19.
 
13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; 

14 οἱ δὲ εἶπον· οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. 

15 λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;

16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. 

17 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. 

18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.

19 καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.
  Πηγή: myriobiblos.gr & Kαινὴ Διαθήκη, σελ. 72-73.


Ὁ Οὐράνιος Πατέρας, ἀγαπητοὶ ἀδελφοί, 

ἀποκάλυψε στὸν Ἀπόστολο Πέτρο 

ὅτι ὁ Ἰησοῦς Χριστὸς 

εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος καὶ

αὐτὸ ἀποτελεῖ τὸν θεμέλιο λίθο 

τῆς οἰκοδομῆς 

τῆς Ὀρθοδόξου Χριστιανικῆς Ἐκκλησίας

τὴν ὁποία οὔτε οἱ πύλες τοῦ ᾅδη

δὲν θὰ ὑπερισχύσουν 

καὶ δὲν θὰ τὴν νικήσουν

διότι εἶναι αἰώνια καὶ ἀθάνατη.   

Σάββατο 28 Ιουνίου 2014

Ὁ μισθός τῆς ταπεινοφροσύνης (Α') - Π.Μ. Σωτῆρχος

   «Ἡ μεγαλύτερη ἐλεημοσύνη σ' αὐτόν τόν κόσμο εἶναι ἡ ταπεινοφροσύνη», μοῦ εἶχε πεῖ κάποτε ἕνας Γέροντας, ὁ π. Ἀνατόλιος, μέ τόν ὁποῖον συζητούσαμε γιά τό περιεχόμενον τῶν ἀξιῶν τῆς Πίστεώς μας. Ὁμολογῶ πώς ξαφνιάστηκα. Καί ὅταν τόν ρώτησα γιατί εἶναι ἡ μεγαλύτερη ἐλεημοσύνη, μοῦ εἶπε: 

   - Διότι ὁ ἀληθινά ταπεινός πάντοτε δίνει τήν ταπείνωσί του καί ποτέ δέν παίρνει ἀμοιβή. Δεύτερον τήν προσφέρει σέ ὅλους καί ὄχι μόνον σέ ὁρισμένους. Καί τρίτον εὐεργετεῖ τό περιβάλλον του μέ τό θεῖον ἔλεος, πού ἐπισύρει ἡ ταπεινοφροσύνη του. Κι ἀκόμα ἡ ἐλεημοσύνη αὐτή ποτέ δέν φαίνεται, γιατί δέν εἶναι ὑλική, καί γίνεται «ἐν τῷ κρυπτῷ καὶ ὄχι ἐν τῷ φανερῷ», ὥστε νά προκαλῆ τόν ἔπαινον τῶν ἀνθρώπων. 

   - Πρώτη μου φορά, πάτερ Ἀνατόλιε, ἀκούω μιά τέτοιαν ἑρμηνεία τῆς ταπεινοφροσύνης καί τῆς ἐλεημοσύνης, εἶπα. 

   - Ἔχεις δίκιο, συνέχισε ὁ καλός Γέροντας, διότι πολλοί ἄνθρωποι δέν ἔχουν γνωρίσει τόν ἀληθινόν Χριστόν καί διαβάζουν τό Εὐαγγέλιον μέ τήν λογικήν τῶν λέξεων καί τῶν ἰδεῶν. Δέν προσπαθοῦμε νά προσεγγίσουμε τό βαθύτερον νόημα τῆς διδασκαλίας του καί τήν πνευματικήν οὐσίαν του. Γιά νά καταλάβης αὐτό, πού σοῦ εἶπα, διάβασε τό ιδ' κεφάλαιον τοῦ κατά Λουκᾶν Εὐαγγελίου, ἐκεῖ ὅπου μιλᾶ γιά τήν θεραπεία τοῦ ὐδρωπικοῦ. 

   Ὅταν πῆγα στό σπίτι μου διάβασα ὅλον αὐτό τό κεφάλαιον καί τότε ἀληθινά κατενόησα τό πνεῦμα μέ τό ὁποῖον μοῦ μίλησε ὁ π. Ἀνατόλιος καί μοῦ ἀνέφερε γιά «πνευματικά δόματα καί ἀντιδόματα». Καί στάθηκα μάλιστα στήν φράση τοῦ Χριστοῦ, πού λέγει μέ τήν διατύπωση ἀκόμα ἑνός μακαρισμοῦ: 

  - «Καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων» (Λουκ. ιδ' 14).

   Δηλονότι, θά εἶσαι μακάριος γιά τόν λόγον ὅτι δέν θά μποροῦν νά σοῦ ἀνταποδώσουν οἱ εὐεργετημένοι τό καλόν, πού τούς ἔκανες. Διότι θά σοῦ ἀνταποδοθῆ κατά τήν ἀνάστασι τῶν δικαίων, ὅταν ὁ Θεός θά ἀνταμείψη κάθε ἀγαθοεργία καί ἀρετή τοῦ καθενός. (... συνεχίζεται στό β' μέρος).

Π.Μ. Σωτῆρχος 

Πηγή: Ὀρθόδοξη Ὁδοιπορία, Π.Μ. Σωτῆρχος, «Ὀρθόδοξος Κυψέλη», σελ. 75-76.

Παρασκευή 27 Ιουνίου 2014

Ἄς ξαναθυμηθοῦμε ὅτι εἴμαστε Ἕλληνες καὶ Ὀρθόδοξοι - Π.Μ. Σωτῆρχος

Πρέπει νά ξαναθυμηθοῦμε ὅτι εἴμαστε Ἕλληνες καί Ὀρθόδοξοι καί ὄχι ἀνδρείκελα, πού ἐκποιοῦν τά ἱερά καί τά ὅσια ἀντί πινακίου φακῆς. 

Πρέπει νά ξαναβροῦμε τόν ἱστό τῆς παράδοσής μας, ἀπ' τήν ὁποία θέλουν νά μᾶς ἀποκόψουν καί νά φυτέψουν στήν γῆ μας δηλητηριώδη δένδρα τῆς ξένης νοοτροπίας καί τῆς ξένης βιοαντίληψης. 

Νά ξαναβροῦμε τρόπο νά βλέπουμε ὁ ἕνας τόν ἄλλο σάν ἄνθρωπο καί ὄχι σάν ἐχθρό, σάν θῦμα, σάν πελάτη, σάν ὀπαδό. Δέν χρειαζόμαστε τό λεγόμενον «μάρκετινγκ» τῶν ξένων. 

Νά φυλαχτοῦμε ἀπό τόν ἄκρατον μοντερνισμό τῆς γύμνιας καί ἀδιαντροπιᾶς στήν καθημερινή ζωή μας, στήν γλώσσα μας, στήν συμπεριφορά μας, στούς προσανατολισμούς ζωῆς. Ἀκόμα καί στήν ψυχαγωγία μας τήν ἔντιμη. 

Νά σηκώσουμε ψηλά τίς σημαῖες τῆς ψυχῆς τοῦ τόπου. Νά τραγουδήσουμε καί νά μιλήσουμε Ἑλληνικά. Νά σκεφτοῦμε Ἑλληνικά καί νά ἀντισταθοῦμε στά «ξένα δόγματα, στά ξένα ρήματα». 

Ἔχουμε καλούς Ἕλληνες δασκάλους, τούς σοφούς, τούς Ἁγίους καί τούς ἥρωες. Δέν χρειαζόμαστε τούς ξένους. Ἔχουμε δική μας ψυχή καί δικό μας μυαλό. Δέν χρειαζόμαστε εἰσαγόμενα. 

Κι ἄς θυμόμαστε καθημερινά καί ἄς ἐφαρμόζουμε σέ ὅλα τήν σοφή παροιμία τοῦ λαοῦ μας: «Παπούτσι ἀπό τόν τόπο σου καί ἄς εἶναι καί μπαλωμένο»!

Π.Μ. Σωτῆρχος 

Πηγή: Ὀρθόδοξη Ὸδοιπορία, Π.Μ. Σωτήρχου, «Ὀρθόδοξος Κυψέλη», σελ. 95.

Πέμπτη 26 Ιουνίου 2014

Νὰ μιμούμαστε τὸν Θεὸ καὶ τοὺς Ἁγίους καὶ ὄχι τοὺς ἀρνητές - Μέγας Βασίλειος

Δὲν πρέπει νὰ ἐξομοιωνόμαστε 

μὲ τοὺς ἀνθρώπους ποὺ εἶναι 

ξένοι πρὸς τὴ διδασκαλία τοῦ Κυρίου, 

ἀλλὰ νὰ μιμούμαστε τὸν Θεὸ 

καὶ τοὺς ἁγίους Του 

σύμφωνα μὲ τὴ δύναμη 

ποὺ Ἐκεῖνος μᾶς ἔδωσε.


Μέγας Βασίλειος 


Νεοελληνικὴ ἀπόδοση: Βασίλειος Δ. Χαρώνης 
Πηγή: Παιδαγωγικὴ Ἀνθρωπολογία τοῦ Μεγάλου Βασιλείου, Τόμος Β', σελ. 664.
  

Τετάρτη 25 Ιουνίου 2014

Ἡ θεία χάρη εἶναι ἡ ζωή τῆς ψυχῆς μας - Ἅγιος Τύχων τοῦ Ζαντόνσκ

   Ἡ θεία χάρη εἶναι ἡ ζωή τῆς ψυχῆς μας. Χωρίς αὐτήν, ἡ ψυχή μας δέν εἶναι δυνατόν νά ζήσει. Ὅπως τό σῶμα μας δέν ζεῖ παρά μέ τήν ψυχή, ἔτσι καί ἡ ψυχή δέν ζεῖ παρά μέ τή θεία χάρη. 

   Ἱκέτευε λοιπόν διαρκῶς τόν Κύριο νά σοῦ δώσει τή θεία Του χάρη. 

   Γνώριζε, ἀγαπητέ, ὅτι χριστιανός δίχως προσευχή εἶναι πουλί δίχως φτερά καί στρατιώτης δίχως ὅπλο. 

  Ἱκέτευε ἐπίμονα τόν Κύριο Ἰησοῦ Χριστό καί παράδωσέ Του τόν ἑαυτό σου, γιά νά τόν κατευθύνει πρός τήν αἰώνια καί μακάρια ζωή. 

Νά προσπαθεῖς ὅμως καί ὁ ἴδιος νά φυλάγεσαι· κι Ἐκεῖνος, βλέποντας τήν προσπάθειά σου, θά σέ βοηθάει σέ ὅλα.

Ἅγιος Τύχων τοῦ Ζαντόνσκ

Πηγή: Πορεία πρός τόν οὐρανό, Ἅγιος Τύχων τοῦ Ζαντόνσκ, «Ἱερά Μονή Παρακλήτου - Ὠρωπός Ἀττικῆς», σελ. 120-121.