«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Εμφάνιση αναρτήσεων με ετικέτα Ὕμνοι. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ὕμνοι. Εμφάνιση όλων των αναρτήσεων

Τρίτη 18 Οκτωβρίου 2022

Τοῦ Ἁγίου Εὐαγγελιστοῦ Λουκᾶ


 

 Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Στιχηρὰ τοῦ Ἁγίου Ἀποστόλου
Ἦχος α'
Νεφέλην σε φωτὸς ΤΟ ΑΚΟΥΤΕ
Χριστοῦ τὸν Μαθητήν, 

τὸν τοῦ Εὐαγγελίου συγγραφέα σοφώτατον, 

σκεύους τῆς ἐκλογῆς τὸν ὡραῖον, 

χαρακτῆρα ἔμψυχον πιστοί, 

οὗ ἐν ταῖς Ἐκκλησίαις ἀπάσαις ὁ ἔπαινος, 

Λουκᾶν τὸν Ἀπόστολον, ἐν ὕμνοις τιμήσωμεν· 

αὐτὸς γὰρ ἐκήρυξε, τοῦ Θεοῦ τὰ παράδοξα θαύματα, 

φωτίσας τοὺς ἐπὶ γῆς, θεολογίας ἀκτῖσι διὰ τῆς χάριτος.

Ἦχος α'
Ψυχῶν ἰατρικήν, ὑπὲρ τὴν τῶν σωμάτων ἐκμαθών, 

ἐπιστήμην Σοφέ, κατ' ἄμφω παγκαλὴς ἀνεδείχθης, 

τὴν Θεοῦ σοφίαν ἐμπνευσθείς, ἐν ᾗ καὶ θεραπεύων ψυχὰς καὶ τὰ σώματα,

Λουκᾶ παμμακάριστε, καλεῖς πρὸς ἐπίγνωσιν, 

πτεροῖς πρὸς τὸν ἔρωτα τοῦ Θεοῦ, τοὺς ἀνθρώπους ἑκάστοτε, 

ἀνάγεις εἰς οὐρανόν, καὶ ὑπὲρ πάντων πρεσβεύεις τῶν εὐφημούντων σε. 

 
Ἦχος α'
Ἀγκίστρῳ λογικῷ, τοὺς ἐν βάθει ἀγνοίας,

 ὡς ἰχθύας εἰσδύσαντας, ἑλκύσας εἰς ἐπίγνωσιν θείαν,

 τῷ Χριστῷ ὀψώνιον καλόν, προσηγάγω Παμμάκαρ, 

τιμὴν ἀξιόχρεων, ζωὴν τὴν ἀκήρατον λαβόντας καὶ ἄληκτον·

 διὸ καὶ Ἀπόστολος τοῦ Χριστοῦ ἐχρημάτισας, 

Σοφὸς Εὐαγγελιστής, καὶ συγγραφεὺς 

τῶν πραχθέντων ἔργων τῆς Χάριτος. 

 
Εἶτα τὸ ἰδιόμελον τοῦτο.
Ἦχος πλ. δ'
Λέοντος Μαΐστορος
Δεῦτε πᾶσα κτίσις, τὸν ἀληθῶς ἰατρὸν πνευματικόν, 

καὶ τοῦ Σωτῆρος Μαθητήν, Λουκᾶν τὸν ἀοίδιμον 

ἐν ᾠδαῖς εὐφημήσωμεν. Οὗτος γὰρ ἀθεΐας τὴν νόσον, τ

ῷ ἐπιχρίσματι τῆς Χριστοῦ κολυμβήθρας ἐθεράπευσε, 

καὶ ποταμοὺς θεοβρύτων ναμάτων ἐκ στόματος,

 ἐψυχωμέναις χώραις, τοῦ Εὐαγγελίου κατήρδευσεν· 

ὅθεν ἐξῆλθε προφητικῶς ὁ φθόγγος αὐτοῦ εἰς τὴν οἰκουμένην· 

καὶ πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν. 

 
Δοξαστικὸν
Ἦχος πλ. δ'
Δαυϊτικῶς συνελθόντες οἱ Πιστοὶ ἐν ᾄσμασι, 

τῷ μυστικῷ ῥήτορι τοῦ Λόγου, Λουκᾶ ἐκβοήσωμεν· 

Ἡ γλῶσσά σου κάλαμος γραμματέως ἐδείχθη, 

Χριστοῦ τοῦ ὀξυγράφου, ὡραΐζουσα τὰς ὄψεις,

 πρὸς τὴν γνῶσιν τῶν ἐθνῶν, τῆς θείας ἐπιγνώσεως, 

ἐν ᾗ ἀνεκήρυξας τὸ Εὐαγγέλιον,

 καὶ τῶν συναποστόλων σου τὰς Πράξεις συνεγράψω. 

Διὸ παριστάμενος τῇ Τριάδι καὶ Θεῷ, 

πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. 

 
Θεοτοκίον
Ἦχος πλ. δ'
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου,

καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως. 

 

 

 Πηγή: Μηναῖον Ὀκτωβρίου &  glt.goarch.org

 

 

 

 



Κυριακή 16 Οκτωβρίου 2022

Τοῦ Ἁγίου Λογγίνου τοῦ Ἐκατόνταρχου

 


 

 

 

Ἀπολυτίκιον. Ἦχος α’. Τοῦ λίθου σφραγισθέντος.
Τὸν Ἥλιον τῆς δόξης Σταυρῷ προσηλωθέντα, 

καὶ τοῖς ἐν σκιᾷ τοῦ θανάτου ἐκλάμποντα ὡς εἶδες, 

ηὐγάσθης αὐτοῦ ταῖς ἀστραπαῖς, καὶ ἤθλησας Λογγῖνε εὐσεβῶς· 

διὰ τοῦτο νοσημάτων παντοδαπῶν, λυτροῦσαι τοὺς ἐκβοῶντας· 

δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι,

 δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

 


Κοντάκιοv. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Εὐφροσύνως γέγηθεν ἡ Ἐκκλησία, 

ἐν τῇ μνήμῃ σήμερον, τοῦ ἀοιδίμου Ἀθλητοῦ 

Λογγίνου ἀνακραυγάζουσα· 

Σύ μου τὸ κράτος Χριστὲ καὶ στερέωμα.



Μεγαλυνάριον.
Κῆρυξ καὶ αὐτόπτης ὤφθης τρανῶς,

τοῦ σαρκὶ παθόντος, εὐδοκίᾳ Λόγου Θεοῦ· 

εὐθαρσῶς γὰρ τούτου, τὴν ἔγερσιν κηρύττων, 

ὑπὲρ αὐτοῦ Λογγῖνε, προθύμως τέθυσαι.

 

 

 Πηγή: synaxarion.gr

 

 

 

Παρασκευή 14 Οκτωβρίου 2022

Τῆς Ὁσίας Παρασκευῆς τῆς Νέας

 

 


 

 

 

Ἀπολυτίκιον. Ἦχος α’. Ἐν Ἰορδάνῃ.

Τῆς χαμαιζήλου τρυφῆς σοφῶς τὴν ἀπόλαυσιν, 

ὑπεριδοῦσα πρὸς θεῖα ἤρθης σκηνώματα, 

καὶ τῶν ἰάσεων τοῖς πιστοῖς πηγὴν κατέλιπες, 

τὸ ἱερόν σου σκῆνος Μῆτερ πανεύφημε, 

Ἐπιβατῶν τὸ καύχημα τὸ σεπτόν,

 καὶ βεβαία προστάτις Παρασκευή. 

Μὴ παύσῃ θερμῶς Χριστῷ τῷ Θεῷ, 

ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσα.

 

 

Ἕτερον Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ὥσπερ βλάστημα θεῖον Ἐπιβάται τιμῶσί σε, 

καὶ ἡ Καλλικράτεια Μῆτερ ὡς προστάτιν καὶ ἔφορον· 

παρέχεις γὰρ ἀεὶ Παρασκευή, ὡς χάριν κεκτημένη ἐκ Θεοῦ, 

τῆς θερμῆς σου προστασίας τὰς δωρεάς, τοῖς εὐλαβῶς βοῶσί σοι· 

δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι,

 δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

 


Κοντάκιον.Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.

Ὡς δοξασθεῖσα δωρεᾷ τῇ ὑπὲρ ἔννοιαν

Παρασκευὴ τῇ ἐναρέτῳ πολιτείᾳ σου

Ἀφθαρσίᾳ τὸ σὸν σκῆνος ἐθαυμαστώθη,

Ἁγιάζον τοὺς προστρέχοντας τῇ σκέπῃ σου

Τῇ ἐν τούτῳ ἐνοικούσῃ θείᾳ χάριτι
Καὶ βοῶντάς σοι, χαίροις Μῆτερ ἰσάγγελε.

 


Μεγαλυνάριον.
Χαίροις θεοφόρε Παρασκευή,

 Ἐπιβατῶν γένος, καὶ ἀγλάϊσμα ἱερόν· 

τῆς Καλλικρατείας, χαῖρε ἡ προστασία, 

καὶ Ὀρθοδόξων πάντων, τὸ ἐγκαλλώπισμα.

 

Πηγή: synaxarion.gr 

Πέμπτη 13 Οκτωβρίου 2022

Τῆς Ἁγίας Παρθενομάρτυρος Χρυσῆς

 


 

 

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας Πίστεως.
Σκεῦος χρύσεον, τῆς παρθενίας, 

καὶ ἀκήρατος, νύμφη Κυρίου, 

ἐχρημάτισας Χρυσῆ καλλιπάρθενε· 

τὴν γὰρ ἁγνείαν ἀμέμπτως φυλάττουσα, 

ὐπὲρ Χριστοῦ θεοφρόνως ἐνήθλησας· 

Μάρτυς ἔνδοξε, ἱκέτευε τὸν Νυμφίον σου, 

δωρήσασθε ἡμῖν τὸ μέγα ἔλεος.

 


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Χρυσωθεῖσα Πνεύματι, Τῷ Παναγίῳ,

 τὴν ἁγνείαν ἔφθορον, τὴν σὴν ἐτήρησας Χριστῷ, 

καὶ ὑπὲρ φύσιν ἠγώνισαι, 

παρθενομάρτυς, Χρυσῆ ἀξιάγαστε.



Μεγαλυνάριον.
Τὴν Παρθενομάρτυρα τοῦ Χριστοῦ, τ

ὴν κεχρυσωμένην, σώματί τε καὶ τῇ ψυχῇ, 

Χρυσῆν τὴν ἁγίαν, αἰνέσωμεν βοῶντες· 

χαῖρε νύμφη Κυρίου, ἁγνὴ καὶ πάγχρυσε.

 

Πηγή: synaxarion.gr

Τρίτη 11 Οκτωβρίου 2022

Τοῦ Ὁσίου Θεοφάνους τοῦ Γραπτοῦ

 

 


 

 

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Μυηθεῖς τῶν Ἀγγέλων Πάτερ τὸ σύντονον, 

θεοφανείας ἀρρήτου ἐδείχθης σάλπιγξ χρυσῆ, 

περιούσιον λαὸν τρέφων τοῖς λόγοις σου· 

τῶν γὰρ πανσόφων σου ᾠδῶν, ἡ πανεύσημος μολπή,

 εὐφραίνει τὴν Ἐκκλησίαν, 

δι’ ἣν λαμπρῶς ἠγωνίσω, 

θεομακάριστε Θεόφανες.

 


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἀνεφάνης Ὅσιε τῇ Ἐκκλησίᾳ, 

ὥσπερ ἄλλος ἥλιος, ταύτην φωτίζων ἀστραπαῖς, 

τῶν σῶν δογμάτων Θεόφανες,

 ὡς θυηπόλος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.



Μεγαλυνάριον.

Ὄργανον τοῦ Πνεύματος ἐμμελές, 
λιγυρὰ κινύρα, ἐξαγγέλουσα τοῖς ἐν γῇ, 
τῶν ἐπουρανίων, ᾀσμάτων τὰς ὑψώσεις, 
ὑπάρχεις Ἱεράρχα, Πάτερ Θεόφανες.
 
Πηγή: synaxarion.gr  
 
 
 

Πέμπτη 6 Οκτωβρίου 2022

Τοῦ Ἁγίου Ἀποστόλου Θωμᾶ

 

 

 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν τὰ παρόντα τρία Στιχηρὰ ἰδιόμελα, δευτεροῦντες τὸ πρῶτον.
Στιχηρὰ τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου
Ἦχος β'
Ἀνατολίου
Χριστῷ ἠκολούθησας, Θωμᾶ Ἀπόστολε, 

καὶ τοῦ κόσμου κατεφρόνησας καὶ τὰ τούτου διδάγματα, 

ἐν τῷ ταμείῳ σου κρύψας, ἀνεδείχθης, Ἀπόστολος· 

ὅθεν γενόμενος ἐν τοῖς ἔθνεσι, τὰς τούτων ὑπὸ τῆς πλάνης

 καὶ τῶν παθῶν σκοτισθείσας ψυχάς,

ἐντολαῖς τοῦ Σωτῆρος ἐφώτισας, 

πιστεύειν εἰς Τριάδα ὁμοούσιον.

 
Ἦχος δ'
Τῷ τῆς γνώσεως θείῳ πυρί, τὴν ψυχὴν καταυγασθείς,

ἐν πᾶσι τοῦ Δεσπότου μιμητὴς γέγονας, 

ὡς ἔννομος μαθητής, Θωμᾶ Ἀπόστολε· 

τῷ γὰρ καλάμῳ τοῦ Σταυροῦ, 

ἐκ τοῦ βυθοῦ τῆς ἀγνωσίας, 

εὐσεβῶν ψυχὰς ἐζώγρησας. 

Ὅθεν καὶ τὴν τῶν Ἰνδῶν ἐζοφωμένην διάνοιαν, 

τῷ τοῦ θείου Πνεύματος ἀγκίστρῳ ἐσαγήνευσας.

Χριστὸν τὸν Θεόν ἀεὶ δυσώπει, 

καὶ ἡμᾶς ῥυσθῆναι τῆς τοῦ ἐχθροῦ ἐζοφωμένης ὄψεως,

 καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 


Ἦχος δ'
Τὸν τῆς ἀλείας βυθὸν καταλιπών, 

τῷ τοῦ Σταυροῦ καλάμῳ πίστει προσέδραμες, 

καὶ ἐν αὐτῷ πάντας ἐζώγρησας, Θωμᾶ Ἀπόστολε· 

διὸ καὶ τὴν ἄχραντον πλευρὰν τοῦ Λόγου, 

τῇ χειρὶ ψηλαφήσας, τῶν πεπαρμένων ἥλων τὰς ὠτειλάς, 

τῷ δακτύλῳ κατιδεῖν κατηξίωσαι Χριστῷ τῷ Θεῷ 

ἐκτενῶς πρέσβευε ἀεί, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. 


Δοξαστικὸν
Ἦχος πλ. δ'
Τὰ θεῖα ἐποπτεύων, Χριστοῦ τῆς σοφίας,

νοητὸς ἀναδέδειξαι κρατήρ, μυστικῶς Θωμᾶ Ἀπόστολε, 

ἐν ᾧ τῶν πιστῶν αἱ ψυχαὶ εὐφραίνονται· 

τῇ γὰρ θείᾳ σαγήνῃ τοῦ Πνεύματος, 

λαοὺς ἀνείλκυσας, ἐκ βυθοῦ τῆς ἀπογνώσεως· 

ὅθεν ἐκ Σιών, ὡς ποταμὸς τῆς χάριτος ἐξῆλθες, 

τὰ σὰ ἐκβλύζων ἔνθεα δόγματα, εἰς τὴν σύμπασαν κτίσιν.

Διὸ τοῦ Χριστοῦ τὰ πάθη ἐκμιμούμενος, 

τὴν πλευρὰν ἑλογχεύθης, καὶ ἐν τῷ γνόφω εἰσδύς της ἀφθαρσίας, 

αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 
Θεοτοκίον
Ἦχος πλ. δ'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, 

ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· 

Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, 

μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, 

ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 

 

 Πηγή: Μηναῖον Ὀκτωβρίου &  glt.goarch.org

 

 

Τετάρτη 5 Οκτωβρίου 2022

Τῆς Ἁγίας Μάρτυρος Χαριτίνης

 


 

 

 

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείᾳ χάριτι, κραταιωθεῖσα, 

κράτος ᾔσχυνας, τῆς δυσσεβείας, 

Χαριτίνη ὑπὲρ φύσιν ἀθλήσασα· 

ὅθεν χαρίτων πηγὴν ἀδαπάνητον, 

ὡς γλυκασμὸν ἀναβλύζεις τοῖς κράζουσι. 

Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, 

δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Μαρτυρίου αἵμασι πεφοινιγμένη, 

οὐρανίοις κάλλεσι, καθωραΐσθης εὐπρεπῶς, 

ὦ Χαριτίνη κραυγάζουσα· 

Σὺ τῶν Μαρτύρων Χριστὲ ἀγαλλίαμα.


Μεγαλυνάριον.
Χάριτος τρυφήσασα θεϊκῆς, χ

άριτος Μαρτύρων, ἀπεδρέψω τὴν καλλονήν· 

ὅθεν Χαριτίνη, τῶν οἰκτιρμῶν τοῦ Λόγου, 

ἐπόμβρησον τὴν χάριν, τοῖς σὲ γεραίρουσι.

 

Πηγή: synaxarion.gr  

Σάββατο 1 Οκτωβρίου 2022

Ὕμνοι στὴν Παναγία τὴν Γοργουπήκοο

 


Εἶτα Στίχ. Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι..

Τήν Γοργοϋπήκοον, τῆς Θεοτόκου εἰκόνα, 

πάντες εὐφημήσωμεν, Σελήνην τήν ἔνδοξον καί ὁλόφωτον, 

τήν λαμπρᾶν ἅλωνα, σφαίραν τήν οὐράνιον, 

καί πολυάστρον, ὑπάρχουσαν• 

ἄρκτον ἑπτάστερον, δί’ ἤς πρός Θεόν ὁδηγούμεθα• 

Παρθένον ἀγλαόμορφον, ἄστροις τέ πολλοῖς διαυγάζουσαν, 

Πλειάδα ὡραίαν καί ἴριν ποικιλόχροον, δί’ ἤς, 

κατακλυσμοῦ ἠμᾶς ρύεται πάντοτε ὁ Κύριος.


Ὅμοιον.
Πάντων τά αἰτήματα, Γοργοϋπήκοε Κόρη, 

πλήρωσον τῶν δούλων σου, 

τῶν εἰς Σέ ἐκ πίστεως, προσιόντων Σοί, 

καί τήν Σήν Ἄχραντε ἐπικαλουμένων, 

ἀρωγήν τέ καί ἀντίληψιν• 

ἐκ πάσης θλίψεως, καί ἀσθενειῶν καί κακώσεων, 

ψυχῆς ὁμοῦ καί σώματος, ἅπαντας ἠμᾶς ἐλευθέρωσον•

 ἴνα Σέ ὑμνῶμεν δοξάζοντες Χριστόν τόν Σόν Υἱόν, 

ὄν ἐκδυσώπει Πανύμνητε, σῶσαι τάς ψυχᾶς ἠμῶν.

. . .

Ἄξιον ἐστίν ὡς ἀληθῶς, 

μακαρίζειν σέ τήν Θεοτόκον, 

τήν ἀειμακάριστον καί παναμώμητον 

καί μητέρα τοῦ Θεοῦ ἠμῶν. 

Τήν τιμιωτέραν τῶν Χερουβείμ 

καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, 

τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν 

τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

 

Καί τά παρόντα Μεγαλυνάρια,
Γοργοϋπηκόου τήν θαυμαστήν, 

καί σεπτήν Εἰκόνα προσκυνήσωμεν ἀδελφοί 

θαύματα τελοῦσαν καί βρύουσαν ἰάσεις 

καί ταύτην μετά πόθου κατασπασώμεθα.

 

Ἔχοντες Εἰκόνα Σου τήν σεπτήν, 

ἀνύμφευτε Κόρη, ὡς προπύργιον ὀχυρόν 

προσφεύγομεν ταύτη, καιρῶ τῷ τῶν κινδύνων 

καί ἐπηρείας πάσης ἀπολυτρούμεθα.

 

Νῦν καιρός ἀνάγκης ἦλθεν ἠμίν, 

νῦν παρέστη χρεία, βοηθείας Κόρη τῆς Σῆς, 

λύτρωσαι οὔν πάσης, ἀνάγκης καί κινδύνου,

καί χείρα βοηθείας τάχιστα ὄρεξον.

 

Ἔχει μέν Παρθένε ὁ Οὐρανός, 

Σῶμα καί ψυχήν Σου, ἑξαστράπτοντα φαεινῶς, 

ἔχει δέ μορφήν Σου Μονήν Δοχειαρίου, 

τήν ἐπικαλουμένην Γοργοϋπήκοον.

 

Ἄρον σου τά ὄμματα Μαριάμ 

καί ἴδε εὐσπλάχνως, τούς Εἰκόνι Σου τή σεπτή 

παρεστώτας Κόρη, καί Σέ παρακαλοῦντας 

καί πλήρωσον αἰτήσεις τούτων Πανύμνητε.

 

Ἴδοιμι Παρθένε ψυχορραγῶν, 

ἐν καιρῶ θανάτου, τήν Εἰκόνα Σου τήν σεπτήν, 

παραμυθουμένην καί ἱλαρῶς ὀρώσαν, 

καί ὄψεις τῶν δαιμόνων ἀποδιώκουσαν.

 

Τέτρωμαι τῷ πόθω Σου Μαριάμ, 

φλέγει μέ ὁ ἔρως, καθορᾶν Σου τῆς ἱερᾶς, 

Εἰκόνος Παρθένε, τό κάλλος καί τήν δόξαν, 

καί κόρον οὐ λαμβάνω τοῦ μεγαλύνειν Σέ.

 

Τί ἀνταποδώσομεν οἱ οἰκτροί 

δοῦλοι Σου, Παρθένε ἀντί χάριτος τῆς πολλῆς, 

ἦνπερ ἀνεδείξω, ἠμίν χαρισαμένη 

 εἰκόνα Σου τήν Θείαν πλοῦτον οὐράνιο;

 

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, 

Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, 

οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, 

ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

 

Ἅγιος Νικόδημος ὁ Ἁγιορείτης

 

Πηγή:  proseyxi.com


Ἡ Παράκληση τῆς Παναγίας Γοργοϋπηκόου ἐδῶ


Τρίτη 27 Σεπτεμβρίου 2022

Τοῦ Ἁγίου Μάρτυρος Καλλιστράτου καὶ τῶν σὺν αὐτῷ 49 μαρτύρων

 

 


 

 

Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τῷ θείῳ Πνεύματι, περιφραξάμενος, 

Μάρτυς Καλλίστρατε, λαμπρῶς ἠρίστευσας, 

καταβολὼν τὸν δυσμενῆ, σοφίᾳ τῶν σῶν ἀγώνων· 

ὅθεν καὶ προσήγαγες, τῷ Χριστῷ ὡς θυμίαμα, 

δῆμον παναοίδιμον, Ἀθλητῶν πιστευσάντων σοι, 

μεθ’ ὧν ὑπὲρ ἡμῶν ἐκδυσώπει, 

τῶν εὐφημούντων σε ἐν ὕμνοις.

 


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Πάντας ὑμᾶς σήμερον ἡ Ἐκκλησία, 

συντιμῶσα Ἅγιοι, ἀνευφημεῖ πνευματικῶς,

 ὡς ὑπὲρ ταύτης ἀθλήσαντας, 

Μάρτυρες θεῖοι, καλλίνικοι πάνσοφοι.



Μεγαλυνάριον.
Κάλλος εὐσεβείας ὑπερφερές, 

Καλλίστρατε Μάρτυς, ἐν ἀγῶσι καρποφόρων, 

πρὸς θεογνωσίας, τὴν καλλονὴν ἰθύνεις, 

ἀθλητικὴν χορείαν, μεθ’ ἧς τιμῶμέν σε.

 

 Πηγή: synaxarion.gr  

 

 

 

Δευτέρα 26 Σεπτεμβρίου 2022

Τῆς Μεταστάσεως τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου

 


 

 Κανών γ', ᾨδὴ ζ', τοῦ Εὐαγγελιστοῦ
Ἦχος πλ. β'
Δροσοβόλον μὲν τὴν κάμινον ΤΟ ΑΚΟΥΤΕ

 
Τὴν βροντὴν τὴν διηχήσασαν εἰς ἅπαντα, 

τὰ πέρατα ὑμνήσωμεν, τὸν Θεολόγον, 

δι' οὗ πᾶσα ὄντως ἀκοή, ἐμβρόντητος ἤρθη ἀπὸ γῆς, 

καὶ μεγαλύνεται Χριστός, ὁ τοῦ παντὸς Ποιητής.


Ἡ περίβλεπτος τοῦ οἴκου σου εὐπρέπεια, 

πᾶσαν φαιδρύνει ἔννοιαν, 

ἐν ᾧ πάντοτε ἀθροιζόμενοι θεοπρεπῶς, 

ὑμνοῦμεν τὸν πάντων Ποιητήν, 

καὶ εὐφημοῦμέν σε πιστῶς, 

ὄντα προστάτην ἡμῶν.



Φωτοβόλον ὡς ἀστέρα σε γινώσκοντες, 

ταῖς σελασφόροις λάμψεσι, σου φωτίζεσθαι, 

μαθητὰ δεόμεθα Χριστοῦ, 

ῥυόμενοι σκότους τῶν παθῶν, 

καὶ πειρασμῶν παντοδαπῶν τῇ μεσιτείᾳ σου.

 


Θεοτοκίον

 
Εὐλογοῦμεν σε πανάμωμε κυήσασαν, 

εὐλογημένον Κύριον, 

τὸν εὐλογίαις καταστέψαντα ταῖς θεϊκαῖς,

ἐπάρατον φύσιν τῶν βροτῶν, 

καὶ καινουργήσαντα ἡμᾶς, 

παλαιωθέντας φθορᾷ.


 

Καταβασία ΤΟ ΑΚΟΥΤΕ

 
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, 

ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. 

Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. 

 

 Πηγή: Μηναῖον  Σεπτεμβρίου &  glt.goarch.org 


 

Κυριακή 25 Σεπτεμβρίου 2022

Τῆς Ὁσίας Εὐφροσύνης

 


 

 

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ὡς παρθένος φρονίμη καὶ ἀδιάφθορος, 

κατηγγυήθης ὁσίως τῷ Ζωοδότῃ Χριστῷ, 

καὶ προσκαίρων τὴν χλιδὴν ἐμφρόνως ἔλιπες· 

ὅθεν ἐν μέσῳ τῶν ἀνδρῶν, ὡς ἀμόλυντος ἀμνάς, 

ἐξέλαμψας Εὐφροσύνη, 

καὶ τοῦ Βελίαρ τὰ κέντρα, τῇ πολιτείᾳ σου ἀπήμβλυνας.



Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.

Τῆς ἄνω ζωῆς, ποθοῦσα, 

τὴν κάτω τρυφήν, σπουδαίως καταλέλοιπας, 

καὶ σαυτὴν κατέμιξας, ἀναμέσον ἀνδρῶν παναοίδιμε· 

διὰ Χριστὸν γὰρ τὸν νυμφίον σου, 

μνηστῆρος προσκαίρου κατεφρόνησας.

 

 

Ἕτερον Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Εὐφροσύνης πρόξενος ἡ βιοτή σου, 

τοῖς ἐν κόσμῳ γέγονε, προτυπωθείσης ἐναργῶς, 

τῇ φερωνύμῳ σου πένσεμνε, 

προσηγορίᾳ Εὐφροσύνη ἔνδοξε.



Μεγαλυνάριον.
Μνήστορα λιποῦσα τὸν γεηρόν, 

φαιδρῶς ἐνυμφεύθης, τῷ ὡραίῳ κάλλει Χριστῷ, 

δι’ ἀμέμπτου βίου, Ὁσία Εὐφροσύνη, 

δι’ οὗ ἀεὶ εὐφραίνεις, τοὺς σὲ γεραίροντας.

 

Πηγή: synaxarion.gr 

Σάββατο 24 Σεπτεμβρίου 2022

Παρακλητικός Κανόνας στὴν Παναγία Μυρτιδιώτισσα - Γερασίμου μοναχοῦ Μικραγιαννανίτου

 

Παρακλητικός Κανών εἰς τὴν Ὑπεραγίαν Θεοτόκον τὴν θαυματουργὸν Μυρτιδιώτισσαν ἐν ὥ καὶ τινὰ ἐκ τῶν ἀπείρων αὐτῆς θαυμάτων

Ποίημα Γερασίμου μοναχοῦ Μικραγιαννανίτου

†Εορτάζεται 24 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια.

Ἦχος δ’. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τῶν Κυθηρίων δεῦτε ἅπαν τό πλῆθος, τῆς Θεοτόκου τῷ πανσέπτῳ τεμένει πανευλαβώς προσέλθωμεν κραυγάζοντες˙ φύλαττε τήν νῆσον σου, τήν παροῦσαν Παρθένε, τῶν ἐν βίῳ θλίψεων, καί παντοίας ανάγκης˙ ὅτι τῆ σή Εἰκόνι ἐν χαρά, Μυρτιδιώτισσα, σπεύδει ἑκάστοτε.

Δόξα. Τό αὑτό. Καί νύν. Ὅμοιον.
Ἐν τῆ εὑρέσει τῆς σεπτῆς σου Εἰκόνος, ἀνεστομώθη δαψιλῶς ἐν Κυθήροις, τῶν σῶν χαρίτων κρήνη, ανεξάντλητος˙ βρύει γάρ ἰάματα, τοῖς προστρέχουσι χύδην, παύει δε νοσήματα, καί κινδύνων λυτροῦται, τούς ἐξαιτοῦντας ὅλης τῆς ψυχῆς, Μυρτιδιώτισσα Κόρη, τήν χάριν σου.

Ὁ Ν΄ (50) Ψαλμός.

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὸ Κανών οὐ ἡ ἀκροστιχίς.
«Σε Μυρτιδιώτισσα ἐπιβοῶμαι. Γερασίμου.

ᾨδή ἀ’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.

Σωτήριον σκέπην καί ἀρωγόν, ἡ νῆσος Κυθήρων, ευραμένη σε θαυμαστῶς, τῆ σή προστασίᾳ καταφεύγει, Μυρτιδιώτισσα Κόρη.

Ἐφάνης ποιμένι τῷ εὐσεβεῖ, καί τήν σήν Εἰκόνα, ἀπεκάλυψας τήν σεπτήν ἀλλά καί νῦν φάνηθι αΰλως, καί πᾶσι δίδου, Παρθένε, τήν χάριν σου.

Μυρίων ἠξίωσας ἀγαθῶν, τήν νῆσον Κυθήρων, δοῦσα ταύτῃ ὡς θησαυρόν, τήν σήν χαριτόβρυτον Εἰκόνα, χάριν καί ἔλεος πᾶσι βλυστάνουσα.

Ὑψίστου Μητέρα σε συμπαθῆ, εἰδώς σοι προστρέχει, τήν ῥῶσιν, οὕτως ἡμᾶς παράλυτος ευλαβώς˙ ἀλλ’ ὡς τούτῳ δέδωκας πάσης νόσου ἀπάλλαξον.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.

Ῥῶσιν νέμουσα Κόρη, τοῖς ἐν δεινοῖς πάθεσι, τόν ἡμιπληγία παθόντα, ξένως ἰατρεύσας˙ ὅθεν θεράπευσον, καμοῦ, τό ἄλγος Παρθένε, καί ὑγείαν δίδου μοι, ψυχῆς καί σώματος.

Τήν ὁρμήν ὡς πάλαι, τῶν πειρατῶν ἤλασας, τῶν ἐπιδραμόντων Παρθένε, κατά τῆς νήσου σου, οὕτως ἀπέλασον, τήν καθ’ ἡμῶν τῶν δαιμόνων, χαλεπήν ἐπήρειαν, Μυρτιδιώτισσα.

Ἱλασμόν καί εἰρήνην, καί τῶν δεινῶν λύτρωσιν, τοῖς ἐγγύς καί πόρρω παρέχεις, Μυρτιδιώτισσα˙ ὅτι τό ὄνομα, τό σόν πηγῇ εὐφροσύνης, πέλει τοῖς προστρέχουσι, τῆ ἀντιλήψει σου.

Δωρεῶν σου ἁγίων, ὡς ἀληθῶς ἔδειξας, τόν ἐν Μυρτιδίοις ναόν σου, κρουνόν ἀκένωτον, Μυρτιδιώτισσα˙ πᾶς γάρ προστρέχων ἐν τούτῳ, πάσης ἀπαλλάττεται, λύπης καί μάστιγος.

Διάσωσον, Μυρτιδιώτισσα Κόρη Θεογεννήτορ, πάσης βλάβης καί πειρασμῶν τε καί θλίψεων τούς προσιόντας τῆ θεία σου προστασία.

Ἐπίβλεψον, Μυρτιδιώτισσα Κόρη, ἐν εὐμενεία, τούς ἐν πίστει τῷ σῶ ναῶ καταφεύγοντας, καί πᾶσι δίδου ὑγείαν καί σωτηρίαν.

____________________________________________________________

Γιὰ τὴ συνέχεια τῆς Παρακλήσεως πατῆστε τὸ «Read more».

Παρασκευή 23 Σεπτεμβρίου 2022

Τοῦ Ἁγίου Νικολάου τοῦ ἐκ Καρπενησίου


 


Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θεῖον βλάστημα, Καρπενησίου, 

ἄνθος εὔοσμον, τῆς Ἐκκλησίας, 

ἀνεδείχθης Νεομάρτυς Νικόλαε· 

σὺ γὰρ ἀνδρείῳ φρονήματι ἤθλησας, 

καὶ τῆς ἀπάτης καθεῖλες τὸ φρύαγμα. 

Καὶ νῦν πρέσβευε, Κυρίῳ τῷ σὲ δοξάσαντι, 

δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 


Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Μαρτυρίου ἤνυσας, ἀνδρειοφρόνως τοὺς ἄθλους, 

ἐν ἀκμῇ νεότητος, καταβαλὼν τὸν Βελίαρ· 

ὅθεν σε, ὁ ἀθλοθέτης στεφάνῳ νίκης, ἔστεψεν, 

ὡς ἀριστεύσαντα Νεομάρτυς· 

ὃν Νικόλαε δυσώπει, 

ἡμῖν δοθῆναι πταισμάτων ἄφεσιν.

 


Μεγαλυνάριον.
Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, 

Νικόλαε μάκαρ, Ἀθλοφόρων ἡ καλλονή, 

τοῦ Καρπενησίου, ἀγλάϊσμα καὶ κλέος, 

καὶ νίκη Ὀρθοδόξου, λαοῦ καὶ στήριγμα.

 

 

Πηγή: synaxarion.gr