«Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἰησοῦς Χριστός (Ἰωάν. ιστ΄33).

Εμφάνιση αναρτήσεων με ετικέτα Ὕμνοι. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ὕμνοι. Εμφάνιση όλων των αναρτήσεων

Τετάρτη 21 Σεπτεμβρίου 2022

Ἀπόδοση τῆς ἑορτῆς τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ

 


 

 Ἐξαποστειλάριον
Ἦχος β'
Τῶν μαθητῶν ὁρώντων σε, (Δίς) ΤΟ ΑΚΟΥΤΕ
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· 

Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, 

Σταυρός, Βασιλέων τὸ κραταίωμα· 

Σταυρός, Πιστῶν τὸ στήριγμα· 

Σταυρός, Ἀγγέλων ἡ δόξα, 

καὶ τῶν δαιμόνων τὸ τραῦμα. 

 


Ἐξαποστειλάριον, Ἕτερον, ὃ λέγεται ἅπαξ
Ἦχος β'
Γυναῖκες ἀκουτίσθητε ΤΟ ΑΚΟΥΤΕ
Σταυρὸς ὑψοῦται σήμερον, 

καὶ κόσμος ἁγιάζεται· 

ὁ γὰρ Πατρὶ συνεδρεύων,

 καὶ Πνεύματι τῷ Ἁγίῳ, 

ἐν τούτῳ χεῖρας ἁπλώσας, 

τὸν κόσμον ὅλον εἵλκυσας, 

πρὸς σήν Χριστὲ ἐπίγνωσιν· 

τοὺς οὖν εἰς σὲ πεποιθότας, 

θείας ἀξίωσον δόξης. 

 

Πηγή: Μηναῖον  Σεπτεμβρίου &  glt.goarch.org 

Τοῦ Προφήτη Ίωνᾶ

 


 

 

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Σάλπιγξ εὔηχος, θείων κριμάτων, 

κόσμῳ πέφηνας, ἀναφωνοῦσα, 

Ἰωνᾶ τοῖς Νινευΐταις μετάνοιαν· 

καὶ συσχεθεὶς ἐν τῷ κήτει προέγραψας, 

τὴν τοῦ Σωτῆρος τριήμερον ἔγερσιν· 

ὅθεν πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, 

πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.



Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Ἐν κοιλίᾳ ἔνδοξε, τριημερεύσας τοῦ κήτους, 

τοῦ Χριστοῦ τὴν κάθοδον, τοῖς ἐν τῷ Ἅδῃ προφαίνεις· 

πάθος γάρ, δεχθεὶς σαρκὶ ἑκὼν ὁ Δεσπότης, 

ἔλαμψεν, ἀπὸ τοῦ μνήματος τριημέρως· 

διὰ τοῦτό σε Προφῆτα, ὡς τύπον τούτου, 

Ἰωνᾶ μέλπομεν.



Μεγαλυνάριον.
Βροντὴ οὐρανία τῇ Νινευΐ,

 ἡ φωνή σου ὤφθη, μετανοίας τὰς ἀπαρχάς, 

ταύτῃ προξενοῦσα, ὦ Ἰωνᾶ Προφῆτα, 

καὶ παύουσα κακίας, ὁρμὴν τὴν ἄσχετον.

 

 Πηγή: synaxarion.gr



Σάββατο 17 Σεπτεμβρίου 2022

Τῆς Ἁγίας Σοφίας καὶ τῶν τριῶν ἁγίων θυγατέρων της Πίστης, Ἐλπίδας καὶ Ἀγάπης

 



 

Κανών α', ᾨδὴ η', τῶν Ἁγίων
Ἦχος α'
Ἐν καμίνῳ Παῖδες ΤΟ ΑΚΟΥΤΕ
Αἱ παρθένοι αἱ θεοφεγγεῖς, 

Πίστις, Ἐλπίς, Ἀγάπη, τῷ κάλλει τῆς εὐσεβείας, 

καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγουσαι· 

Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, 

τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε 

εἰς πάντας τοὺς αἰῶνας.


Λαμπομένας καὶ φωτοειδεῖς, 

διὰ τοῦ μαρτυρίου, προδήλως γεγενημένας, 

τὰς παρθένους οἱ πιστοί, ὑμνήσωμεν λέγοντες· 

Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, 

τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, 

εἰς πάντας τοὺς αἰῶνας.

 

Ἰαμάτων ῥεῖθρον δαψιλῶς, 

ἀφθόνως καὶ πλουσίως, αἱ θῆκαι τῶν Ἀθληφόρων, 

ἀναβρύουσιν ἀεί, τοῖς πίστει κραυγάζουσιν· 

Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, 

τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, 

εἰς πάντας τοὺς αἰῶνας.
 

Θεοτοκίον
Γῆ ἁγία πέφηνας ἁγνή, 

τὸν ζωηφόρον στάχυν, τεκοῦσα τῆς ἀϊδίου, 

ζωῆς πρόξενον Χριστόν, ᾧ πάντες κραυγάζομεν· 

Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, 

τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, 

εἰς πάντας τους αἰῶνας.


Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἐν τῇ καμίνῳ Παῖδες, Ἰσραήλ, 

ὡς ἐν χωνευτηρίῳ τῷ κάλλει τῆς εὐσεβείας, 

καθαρώτερον χρυσοῦ ἀπέστιλβον λέγοντες·

 Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου· 

τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, 

εἰς πάντας τοὺς αἰῶνας». 


Πηγή: Μηναῖον Σεπτεμβρίου &  glt.goarch.org

 

 

 

Τετάρτη 14 Σεπτεμβρίου 2022

Τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ

 


 

 Ἦχος β'
 

Δεῦτε Πιστοί, τὸ ζωοποιὸν ξύλον προσκυνήσωμεν,

 ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης, ἑκουσίως χεῖρας ἐκτείνας, 

ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὕς πρὶν ὁ ἐχθρός, 

δι᾿ ἡδονῆς συλήσας, ἐξορίστους Θεοῦ πεποίηκε. 

Δεῦτε Πιστοί, ξύλον προσκυνήσωμεν, δι᾿ οὗ ἠξιώθημεν, 

τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. 

Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, 

τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν. 

Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις.

 Ἐν σοὶ οἱ πιστότατοι Βασιλεῖς ἡμῶν καυχῶνται, 

ὡς τῇ σῇ δυνάμει, Ἰσμαηλίτην λαὸν κραταιῶς ὑποτάττοντες. 

Σὲ νῦν μετὰ φόβου Χριστιανοὶ ἀσπαζόμενοι, 

τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες· 

Κύριε, ὁ ἐν αὐτῷ σταυρωθείς, ἐλέησον ἡμᾶς, 

ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 


Ἦχος πλ. α'
Δεῦτε λαοί, τὸ παράδοξον θαῦμα καθορῶντες, 

τοῦ Σταυροῦ τὴν δύναμιν προσκυνήσωμεν· 

ὅτι ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλάστησε, 

τὸ δέ, τὴν ζωὴν ἐξήνθησεν, 

ἀναμάρτητον ἔχον προσηλωμένον τὸν Κύριον, 

ἐξ οὗ πάντα τὰ ἔθνη, ἀφθαρσίαν τρυγῶντες κραυγάζομεν· 

ὁ διὰ Σταυροῦ θάνατον καταργήσας, 

καὶ ἡμᾶς ἐλευθερώσας, δόξα σοι.

 


Ὁ αὐτὸς
Ἡ φωνὴ τῶν Προφητῶν σου, Ἡσαΐου καὶ Δαυΐδ, 

ἐπληρώθη ὁ Θεός, ἡ λέγουσα· 

Ἥξουσι πάντα τὰ ἔθνη Κύριε, καὶ προσκυνήσουσιν ἐνώπιόν σου· 

ἰδοὺ γὰρ ὁ λαός, ὅς τῆς σῆς ἀγαθὲ χάριτος πεπλήρωται, 

ἐν ταῖς αὐλαῖς σου Ἱερουσαλήμ,

 ὁ Σταυρὸν ὑπομείνας ὑπὲρ ἡμῶν, 

καὶ τῇ ἀναστάσει σου ζωοποιῶν, 

φύλαξον καὶ σῶσον ἡμᾶς.

 

Πηγή: Μηναῖον Σεπτεμβρίου & glt.goarch.org

 

 

Τρίτη 13 Σεπτεμβρίου 2022

Ἐγκαίνια Ἱεροῦ Ναοῦ τῆς ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν Ἀναστάσεως.

 


 

 

Πρόκειται γιὰ τὸν Ἱερὸ Ναὸ τοῦ Παναγίου Τάφου, 

ποὺ ὁ Μέγας Κωνσταντῖνος μὲ τὴν μητέρα του Ἁγία Ἑλένη

ἀνήγειραν στὸν τόπο τοῦ Γολγοθᾶ 

τὸν Πανίερο Ναὸ αὐτὸ ποὺ ἐγκαινιάστηκε

κατὰ τὸ ἔτος 336 μ.Χ..

 


Ἀπολυτίκιον. Ἦχος δ’.

Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, 

καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, 

τοῦ ἁγίου σκηνώματος τῆς δόξης σου, Κύριε. Στερέωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, 

καὶ πρόσδεξαι ἡμῶν, τὰς ἐν αὐτῷ ἀπαύστως,

 προσαγομένας σοι δεήσεις, 

διὰ τῆς Θεοτόκου,

ἡ πάντων ζωὴ καὶ ἀνάστασις.

 


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Οὐρανὸς πολύφωτος ἡ Ἐκκλησία, 

ἀνεδείχθη ἅπαντας, φωταγωγοῦσα τοὺς πιστούς·

ἐν ᾧ ἑστῶτες κραυγάζομεν· 

Τοῦτον τὸν οἶκον, στερέωσον Κύριε.

 


Μεγαλυνάριον.
Αἵματί σου Λόγε ζωοποιῷ, 

ἁγιαζομένη, Ἐκκλησία σου ἡ σεπτή, 

οἶκόν σοι καινίζει, τῇ σῇ ἐπισκιάσει, 

εἰς δόξαν τῆς σῆς θείας, μεγαλειότητος.

 

Πηγή: synaxarion.gr  

 

 

 

Κυριακή 11 Σεπτεμβρίου 2022

Τοῦ Ἁγίου Εὐφροσύνου τοῦ Μάγειρος

 


 

 

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ταπεινώσει καρδίας Πάτερ Εὐφρόσυνε, 

τῷ μαγειρείῳ προσφέρων διακονίαν τὴν σήν, 

ἐπληρώθης ἀληθῶς Ἁγίου Πνεύματος· 

ὅθεν ἐγνώρισεν ἡμῖν, τὴν σὴν δόξαν ὁ Θεός, 

δι’ ἱερέως ὁσίου· 

ἧς καὶ ἡμᾶς θεοφόρε, 

μετόχους δεῖξον ταῖς πρεσβείαις σου.


 

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Εὐφροσύνης μέτοχος τῆς οὐρανίου, 

γεγονὼς Εὐφρόσυνε, τῇ ἰσαγγέλῳ σου ζωῇ, 

ὤφθης Ἀγγέλων ἰσότιμος, 

μεθ’ ὧν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.


 

Μεγαλυνάριον.
Ἤσκησας ὡς ἄγγελος ἐπὶ γῆς, 

τρόποις ἐναρέτοις, ἐκκαθάρας σου τὴν ψυχήν· 

ὅθεν τῆς ἀγήρω, μετέσχες εὐφροσύνης, 

ὑπὲρ ἡμῶν πρεσβεύων, Πάτερ Εὐφρόσυνε.

 

Πηγή: synaxarion.gr  

 

 

 

 

Παρασκευή 9 Σεπτεμβρίου 2022

Τῶν Ἁγίων Θεοπατόρων Ἰωακείμ καὶ Ἄννης

 


 

 

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἡ δυὰς ἡ ἁγία καὶ θεοτίμητος, 

Ἰωακεὶμ καὶ ἡ Ἄννα ὡς τοῦ Θεοῦ ἀγχιστεῖς, 

 ἀνυμνείσθωσαν φαιδρῶς ᾀσμάτων κάλλεσιν· 

οὗτοι γὰρ ἔτεκον ἡμῖν, τὴν τεκοῦσαν ὑπὲρ νοῦν, 

τὸν ἄσαρκον βροτωθέντα, εἰς σωτηρίαν τοῦ κόσμου, 

μεθ’ ἧς πρεσβεύουσι σωθῆναι ἡμᾶς.

 


Κοντάκιον. Ἦχος α’. Χορὸς Ἀγγελικός.
Τὸ ζεῦγος τὸ σεπτόν, Ἰωακείμ τε καὶ Ἄννα, 

χορεύουσι φαιδρῶς, παρ’ ἐλπίδα τεκόντες, 

τὸ ὄρος τὸ ἅγιον, τὴν νεφέλην τὴν ἔμψυχον, 

τὴν περίοπτον, τοῦ Βασιλέως καθέδραν· 

ὧν τῆς χάριτος, πνευματικῶς κοινωνοῦντες, 

Χριστὸν μεγαλύνωμεν.



Ἕτερον Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.

Εὐφραίνεται νῦν, ἡ Ἄννα τῆς στειρώσεως, 

λυθεῖσα δεσμῶν, καὶ τρέφει τὴν πανάχραντον, 

συγκαλοῦσα ἅπαντας ἀνυμνῆσαι τὸν δωρησάμενον, 

ἐκ νηδύος αὐτῆς τοὶς βροτοίς, 

τὴν μόνην Μητέρα καὶ ἀπείρανδρον.

 


Μεγαλυνάριον.
Τέρπεται ἡ Ἄννα θεοπρεπῶς, 

κρατοῦσα ὡς βρέφος, τὴν τεκοῦσαν τὸν Ποιητήν· 

σὺν αὐτῇ δὲ χαίρει, Ἰωακεὶμ ὁ θεῖος· 

ὧν τῇ χαρᾷ ὡς δῶρον, τὸν ὕμνον ᾄσωμεν.

 

Πηγή: synaxarion.gr 

Πέμπτη 8 Σεπτεμβρίου 2022

Ἡ παγκόσμιος χαρά

 


 

 

 Τὸ Ἰδιόμελον
Ἦχος δ' Γερμανοῦ Πατριάρχου

 

Ἡ παγκόσμιος χαρά,

ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, 

ἐξ Ἰωακεὶμ καὶ τῆς Ἄννης, 

ἡ πανύμνητος Παρθένος, 

ἥτις δι᾿ ὑπερβολὴν ἀγαθότητος, 

ναὸς Θεοῦ ἔμψυχος γίνεται, 

καὶ μόνη κατὰ ἀλήθειαν, 

Θεοτόκος γνωρίζεται. 

Αὐτῆς ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, 

τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, 

καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. 

 

 Πηγή: Μηναῖον Σεπτεμβρίου &  glt.goarch.org

 

 

 

Τετάρτη 7 Σεπτεμβρίου 2022

Ὑμνολογία τῆς Ἁγίας Κασσιανῆς

 




Ἡ Ἁγία Κασσιανή ἡ Ὑμνογράφος, ἔγραψε τὸ δοξαστικὸ τῶν Ἁγίων πέντε Μαρτύρων (τοῦς τιμοῦμε 13/12):

Δόξα. Ἦχος δ'. Εἰκασίας ( Κασσιανῆς )

Τήν πεντάχορδον λύραν καί πεντάφωτον λυχνίαν, 

τῆς Τοῦ Θεοῦ Ἐκκλησἰας, τούς θεοφόρους Μάρτυρας, 

φερωνύμως ὑμνήσωμεν καί εὐσεβῶς ἐγκωμιάσωμεν. 

Χαίροις ὁ καλῶς ὑπό Θεοῦ στρατευθείς, 

ἐν τῇ ἐπουρανίῳ στρατιᾶ καί τῷ στρατολογήσαντι ἀρέσας, 

ὁ ἐν ῥήτορσι ῥήτωρ, Εὐστράτιε θεόσοφε. 

Χαίροις ὁ τό τάλαντον τό ἐκ Θεοῦ σοι πιστευθέν, 

ἐπαυξήσας εἰς πλῆθος, Αὐξέντιε μακάριε. 

Χαίροις ὁ τερπνότατος ὄρπηξ, 

τῆς θεϊκῆς εὐγενείας, Εὐγένιε θεόφρον. 

Χαίροις ὁ ὡραῖος τῇ μορφῇ,

 τῇ δέ γνώμῃ ὑπέρκαλος καί ἀμφοτεροδέξιος, 

ὁ ἐν τοῖς ὄρεσιν ἐνδιαιτώμενος ὅλος, πανόλβιε Ὀρέστα. 

Χαίροις ὁ στίλβων καί διαυγής μαργαρίτης,

ὁ τάς βασάνους τάς πικράς, χαρμονικῶς ὑπομείνας, 

Μαρδάριε ἀήττητε. 

Χαίροις ὁ ἰσάριθμος χορός τῶν φρονίμων Παρθένων· 

οὕς καθικετεύομεν, πάσης όργῆς καί θλίψεως λυτρώσασθαι 

καί τῆς ἀφράστου ὑμῶν δόξης, συμμετόχους ποιῆσαι, 

τούς τήν ἐτήσιον ὑμῶν, μνήμην γεραίροντας.


Ἀπολυτίκιον

Ψάλλεται ἐν Πολυστύλῳ.

Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Πεντάριθμον φάλαγγα τῶν Ἀθλοφόρων Χριστοῦ, 

ὑμνήσωμεν ἄσμασιν οἱ φιλέορτοι πιστοί· 

Εὐστράτιον πάνσοφον, ἔνδοξον τε Ὀρέστην, 

Αὐξέντιον τὸν θύτην, σὺν αὐτῷ Εὐγενίῳ καὶ Μαρδάριον θεῖον. 

Πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Ἕτερον Ἀπολυτίκιον

Ἦχος δ’. Ὁ Ὑψωθεὶς ἐν Τῷ Σταυρῷ.

Ἡ πενταυγὴς τῶν Ἀθλοφόρων χορεία, 

τῇ τῶν ἀγώνων νοητῇ δαδουχίᾳ, 

τὴν οἰκουμένην ἅπασαν αὐγάζει νοητῶς·

 ὁ σοφὸς Εὐστράτιος, σὺν Αὐξεντίῳ τῷ θείῳ, 

Ὀρέστης καὶ Μαρδάριος καὶ Εὐγένιος ἅμα, 

οὗς εὐφημοῦντες εἴπωμεν πιστοί· 

χαίροις Μαρτύρων πεντάριθμε σύλλογε.


Μεγαλυνάριον

Σύμμορφοι ἐν ἄθλοις τοῖς ἱεροῖς, 

Εὐστράτιε μάκαρ καὶ Αὐξέντιε ἱερέ, 

σὺν τῷ Εὐγενίῳ, Μαρδάριε, Ὀρέστα, 

ἡμᾶς ἐν ὁμονοίᾳ διατηρήσατε. 

 

Πηγή: Μηναῖον Δεκεμβρίου. 

Τοῦ Ἁγίου Μάρτυρος Σώζωντος


 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Δι’ ὀμφὴς οὐρανίου πιστωθεὶς πρὸς τὰ κρείττονα, 

τοὺς τῆς εὐσεβείας ἀγῶνας, ἀπτοήτως διέδραμες·

καὶ ὤφθης τοῦ Σωτῆρος κοινωνός, 

ἀθλήσας Μάρτυς Σώζων ἀνδρικῶς·

διὰ τοῦτο διασώζεις ἐκ πειρασμῶν, 

τοὺς πίστει προσιόντας σοι. 

 Δόξα τῷ παρασχόντι σοι ἰσχύν, 

δόξα τῷ σὲ στεφανώσαντι, 

δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πᾶσιν ἰάματα.

 


Κοντάκιον. Ἦχος γ’. Τῆς ἐρήμου πολίτης.
Νεανίας ἄλκιμος, ὡς ἐπιστὰς τῷ σταδίῳ, 

στρατιώτης ἄριστος τοῦ Ζωοδότου ἐδείχθης· 

τούτου γάρ, τὴν δυναστείαν διεζωσμένος, 

ἔλυσας, τῶν παρανόμων τὰς ἐπινοίας, 

καὶ νομίμως ἐναθλήσας, 

Σῶζον θεόφρον, σώζεις τοὺς δούλους σου.

 


Μεγαλυνάριον.
Σώζων τοῦ Σωτῆρος ὁ ἀριστεύς, 

ὁ τὰς παρατάξεις, διολέσας τῶν δυσμενῶν, 

σῶζε τοὺς δούλους, τῆς τούτων ἐπηρείας, 

Χριστὸν καθικετεύων, σωθῆναι ἅπαντας.

 

 Πηγή: synaxarion.gr 

 

 

 

Τρίτη 6 Σεπτεμβρίου 2022

Τῆς ἀναμνήσεως τοῦ γεγονότος θαύματος ἐν Κολασσαῖς, ἤτοι ἐν Χώναις, παρὰ τοῦ Ἀρχαγγέλου Μιχαήλ.

 


 

Ἕτερος Κανὼν τοῦ Ἀρχιστρατήγου
Ποίημα καὶ οὗτος Ἰωσὴφ

ᾨδὴ α'

Ἦχος δ'
Τῷ ὁδηγήσαντι πάλαι ΤΟ ΑΚΟΥΤΕ
Τὸν ἀρχηγὸν τῶν Ἀγγέλων, τὸν φωταυγῆ ἥλιον, 

καταυγάζοντα τὴν γῆν, ταῖς τῶν θαυμάτων λαμπρότησι, 

καὶ τὴν ἀχλὺν ἀπελαύοντα, πάντοτε τῶν πειρασμῶν, 

χαρμονικῶς ὑμνολογήσωμεν.



Ὁ τοὺς Ἀγγέλους ποιήσας, φλόγα πυρὸς Κύριε, 

ἀποπληροῦντας δυνατῶς, τὸ σὸν πανάγιον θέλημα, 

μέσον αὐτῶν διαλάμποντα, ἔδειξας ὥσπερ ἀστέρα, 

Μιχαὴλ τὸν ἀρχιστράτηγον.


Ὑμνολογήσωμεν πάντες, τὸν ἀγαθὸν Κύριον, 

τὸν δωρησάμενον ἡμῖν, τεῖχος ἐχθροῖς ἀπροσμάχητον, 

καὶ ἀπερίτρεπτον ἔρεισμα πάντοτε, κινδύνων σῴζοντα ἡμᾶς, 

τόν ἱερὸν Μιχαήλ.



Ἐπιστασίαις σου θείαις, ἀποτελεῖς πάντοτε, 

τὸν θεῖον οἶκόν σου σαφῶς, ἁμαρτωλῶν ἱλαστήριον,

 ἀδικουμένων προσφύγιον, νόσων τε φυγαδευτήριον πασῶν, 

Θεοῦ πρωτάγγελε.



Θραῦσον υἱοὺς τοὺς τῆς Ἄγαρ, διηνεκῶς ἔνδοξε, 

ἐγειρομένους καθ᾿ ἡμῶν, καὶ τῆς αὐτῶν ἡμᾶς λύτρωσαι,

 καὶ προσδοκίας καὶ θλίψεως, ὅπως σε ὡς ἀγαθὸν ἡμῶν ἀεί, 

προστάτην σέβωμεν.


Θεοτοκίον
Ἀκατανόητον θαῦμα, πῶς τοῖς βροτοῖς ἥνωται, 

ὁ ἀκατάληπτος Θεός, ἐκ σοῦ σαρκὶ καθ᾿ὑπόστασιν, 

ἀποτεχθεὶς Ἀπειρόγαμε, σῴζων με τὸν ὑπαχθέντα τῇ φθορᾷ, 

 κλοπῇ τοῦ ὄφεως. 

 

Πηγή:  Μηναῖον Σεπτεμβρίου & glt.goarch.org

Δευτέρα 5 Σεπτεμβρίου 2022

Τοῦ Ἁγίου Προφήτου Ζαχαρίου


 

Δοξαστικὸν
Ἦχος β'
Ἀνατολίου
Ὡς καθαρὸς ἱερεύς, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσέδυς· 

καὶ τὴν στολὴν τὴν ἱερὰν ἐνδυσάμενος, 

ἀμέμπως τῷ Θεῷ ἐλειτούργησας, 

ὡς Ἀαρὼν νομοθετῶν, καὶ ὡς Μωσῆς 

ποδηγῶν τὰς φυλὰς τοῦ Ἰσραήλ,

ἐν τῇ τῶν κωδώνων ἀκραιφνεῖ συμβολῇ· 

διὸ καὶ πεφόνευσαι· ἀλλὰ τὸ αἷμά σου τὸ δίκαιον, 

ἡμῖν σωτήριον ἴαμα γέγονε, καὶ ὡς μύρον εὐῶδες, 

τὰς ἀκοὰς ἀνοίγει, πρὸς πορισμὸν τῆς αἰωνίου ζωῆς, 

Ζαχαρία τρισόλβιε, τοῦ Βαπτιστοῦ Ἰωάννου ὁ γενέτης, 

καὶ τῆς Ἐλισάβετ ὁ σύνευνος, ἐκτενῶς πρέσβευε, 

ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
 

Θεοτοκίον
Ἦχος β'
Ὅτε ἐκ τοῦ ξύλου σε ΤΟ ΑΚΟΥΤΕ
Ὄντως ὑπερῆραν ἀληθῶς, τῶν ἀνομιῶν μου τὰ πλήθη, 

τὴν κεφαλήν μου ἁγνή, καὶ αἱ ἀνομίαι μου ὑπερεπλήθυναν, 

καὶ φορτία δυσβάστακτα, καὶ ἄμετρα Κόρη, 

κέκτημαι ὁ δείλαιος, καὶ ἀδιόρθωτος. 

Σὺ οὖν, τῇ θερμῇ σου πρεσβείᾳ, πρόφθασον καὶ σῶσόν με μόνη, 

τῶν ἁμαρτανόντων ἡ διόρθωσις.

 

Πηγή:  Μηναῖον Σεπτεμβρίου & glt.goarch.org

 

 

Σάββατο 3 Σεπτεμβρίου 2022

Ἀνακομιδὴ Τιμίων Λειψάνων Ἁγίου Νεκταρίου Πενταπόλεως τοῦ Θαυματουργοῦ



 Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν σεπτῶν σου λειψάνων, Ἱεράρχα Νεκτάριε, 

τὴν ἁγίαν ἐκ τάφου κομιδὴν ἑορτάζοντες, 

σωμάτων καὶ ψυχῶν ἁγιασμόν, 

καὶ ἴασιν παθῶν παντοδαπῶν, 

κομιζόμεθα προσπίπτοντες εὐλαβῶς, 

τῇ χάριτί σου κράζοντες· 

δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, 

δόξα τῷ σὲ ἁγιάσαντι, 

δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, 

πᾶσιν ἰάματα.



Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῶν σεπτῶν λειψάνων σου, τὴν ἐκ τοῦ τάφου, 

κομιδὴν γεραίροντες, Νεκτάριε θαυματουργέ, 

εὐσεβοφρόνως βοῶμέν σοι· 

χαίροις Πατέρων ἐν πᾶσιν ἰσότιμε.



Μεγαλυνάριον.
Χάριν ἀναβλύζοντα δαψιλῆ, 

ὤφθησαν ἐκ τάφου, τὰ σὰ λείψανα τὰ σεπτά, 

Νεκτάριε Πάτερ, οἷς πίστει προσιόντες, 

λαμβάνομεν ὑγείαν, ψυχῆς καὶ σώματος.

 

Πηγή: synaxarion.gr 

Τετάρτη 31 Αυγούστου 2022

Τῆς καταθέσεως τῆς Τιμίας Ζώνης τῆς Ὑπεραγίας Θεοτόκου.

  


 

Κανών β', ᾨδὴ ζ', τῆς ὑπεραγίας Θεοτόκου
Ἦχος πλ. δ'
Θεοῦ συγκατάβασιν ΤΟ ΑΚΟΥΤΕ

 
Ἡ πάντων Βασίλισσα, πρὸς οὐρανίους σκηνὰς ἀπαίρουσα, 

καταλέλοιπεν ὄλβον, τῇ Βασιλίδι πασῶν τῶν πόλεων, 

τὴν ταύτης Ζώνην, δι' ἧς περισῴζεται, 

ἐπιδρομῆς ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν.



Πηγὴ νῦν προσέλθωμεν, ἀποσταζούσῃ χάριν καὶ ἔλεος, 

τῇ σορῷ τῇ τιμίᾳ, τῇ κατεχούσῃ Ζώνην τὴν πάντιμον, 

τῆς τιμησάσης ἀνθρώπων τὸ φύραμα, 

τιμίῳ τόκῳ αὐτῆς, Παρθένου τε καὶ Μητρός.


Αἰνεῖτε τὸ Κύριον, Δυνάμεις πᾶσαι αἱ ἐπουράνιαι, 

καὶ τὴν τοῦτον τεκοῦσαν, ἀνθρώπων γλῶσσαι πᾶσαι δοξάσατε, 

 ὅτι τὴν Ζώνην αὐτῆς ἐδωρήσατο, καταφυγὴν ἀληθῆ, 

καὶ σωτηρίαν πιστοῖς.



Ῥανάτωσαν ἄνωθεν, δικαιοσύνην νεφέλαι σήμερον, 

καταθέσει τῆς Ζώνης, τῆς σῆς νεφέλη θεοχαρίτωτε, 

καὶ μελῳδείτω ψυχὴ πᾶσα χαίρουσα· 

Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
 

Καταβασία, Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, 

παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· 

ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. 

Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, 

καὶ Θεὸς εὐλογητὸς εἶ. 

 

Πηγή: Μηναῖον & glt.goarch.org

 

 


Τρίτη 30 Αυγούστου 2022

Τοῦ Ἁγίου Φαντίνου

 


 

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ταῖς θείαις λαμπρότησι, καταυγασθεὶς τὴν ψυχήν, 

τὰ σκάματα ἤνυσας, τῆς ἐναρέτου ζωῆς, 

Φαντῖνε μακάριε· 

ὅθεν τὴν τῶν θαυμάτων, κομισάμενος χάριν, 

λύεις τῶν παθημάτων, χαλεπὰς ἀμαυρώσεις, 

πρεσβεύων θεοφόρε, ὑπὲρ τῶν τιμώντων σε.



Κοντάκιον. Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τῷ θείῳ φωτί, Φαντῖνε αὐγαζόμενος, 

παθῶν τὴν ἀχλύν, διέλυσας τοῖς πόνοις σου, 

καὶ θαυμάτων εἴληφας, οὐρανόθεν τὴν θείαν ἐνέργειαν· 

διὰ τοῦτο βοῶμέν σοι· 

Μὴ παύσῃ πρεσβεύων, ὑπὲρ πάντων ἡμῶν.



Μεγαλυνάριον.
Χαίροις ὦ Φαντῖνε Πάτερ σοφέ, 

ἐναρέτου βίου, ὑποτύπωσις ἀληθής· 

χαίροις ὁ μεσίτης, καὶ πρέσβυς θεοφόρε, 

πρὸς τὸν Χριστὸν τῶν πίστει, ἀνευφημούντων σε.

 

 

Πηγή: synaxarion.gr  



Τρίτη 23 Αυγούστου 2022

Ἀπόδοση τῆς ἑορτῆς τῆς Κοιμήσεως τῆς Θεοτόκου

 

 


 

 

Ἀπολυτίκιον. Ἦχος α’.
Ἐν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας, 

ἐν τῇ κοιμήσει τὸν κόσμον, οὐ κατέλιπες Θεοτόκε· 

μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, 

καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, 

ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.



Κοντάκιον. Ἦχος β’. Αὐτόμελον.
Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, 

καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, 

τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· 

ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, 

ὁ μήτραν οἰκήσας ἀειπάρθενον.



Μεγαλυνάριον.
Παρέστης Παρθένε ἐκ δεξιῶν, 

τοῦ Παμβασιλέως, ὡς βασίλισσα τοῦ παντός, 

περιβεβλημένη, ἀθανασίας αἴγλην, 

ἀρθεῖσα μετὰ δόξης, πρὸς τὰ οὐράνια.

 

Πηγή: synaxarion.gr

 

 

Σάββατο 20 Αυγούστου 2022

Τοῦ Ἁγίου Προφήτου Σαμουήλ

 

 


 

 

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐκ στείρας ἐβλάστησας, δικαιοσύνης καρπός, 

προφαίνων τὴν μέλλουσαν, εὐεργεσίαν ἡμῖν, 

Σαμουὴλ θεσπέσιε· 

ὅθεν ἱερατεύσας, παιδιόθεν Κυρίῳ, 

ἔχρισας ὡς Προφήτης, Βασιλεῖς θείῳ μύρῳ. 

Καὶ νῦν τῶν σὲ εὐφημούντων, μάκαρ μνημόνευε.



Κοντάκιον. Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὥσπερ υἱὸς θεαίτητος, δῶρον Θεῷ προσήνεξαι, 

προφητικῆς ἐκ παιδὸς ἀξιούμενος, 

ἐκφαντορίας κτείττονος· 

διὰ τοῦτο Κυρίῳ, τὰ ἐν Νόμῳ προσενέγκας καρπώματα, 

Σαμουὴλ ἐδοξάσθης, ὡς μύστης τῆς θείας χάριστος.



Μεγαλυνάριον.
Χαίροις ἱερώτατε Σαμουήλ, 

ὁ Θεῷ ἐκ βρέφους, φερωνύμως προσκληρωθείς· 

χαίροις ὀ τὰ πόρρω, ὡς ἐνεστῶτα βλέπων, 

προφητικῶν χαρίτων, χαῖρε κειμήλιον.

 

Πηγή: synaxarion.gr