Παρακλητικός Κανών εἰς τὴν Ὑπεραγίαν Θεοτόκον τὴν θαυματουργὸν Μυρτιδιώτισσαν ἐν ὥ καὶ τινὰ ἐκ τῶν ἀπείρων αὐτῆς θαυμάτων
Ποίημα Γερασίμου μοναχοῦ Μικραγιαννανίτου
†Εορτάζεται 24 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ
Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά
τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι
κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό
πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.
Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν
Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν
ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι,
Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ
τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό
θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν
γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ
Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις
τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι
ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ’. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τῶν
Κυθηρίων δεῦτε ἅπαν τό πλῆθος, τῆς Θεοτόκου τῷ πανσέπτῳ τεμένει
πανευλαβώς προσέλθωμεν κραυγάζοντες˙ φύλαττε τήν νῆσον σου, τήν παροῦσαν
Παρθένε, τῶν ἐν βίῳ θλίψεων, καί παντοίας ανάγκης˙ ὅτι τῆ σή Εἰκόνι ἐν
χαρά, Μυρτιδιώτισσα, σπεύδει ἑκάστοτε.
Δόξα. Τό αὑτό. Καί νύν. Ὅμοιον.
Ἐν
τῆ εὑρέσει τῆς σεπτῆς σου Εἰκόνος, ἀνεστομώθη δαψιλῶς ἐν Κυθήροις, τῶν
σῶν χαρίτων κρήνη, ανεξάντλητος˙ βρύει γάρ ἰάματα, τοῖς προστρέχουσι
χύδην, παύει δε νοσήματα, καί κινδύνων λυτροῦται, τούς ἐξαιτοῦντας ὅλης
τῆς ψυχῆς, Μυρτιδιώτισσα Κόρη, τήν χάριν σου.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν
με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν
Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου
καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω
καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό
πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί
νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν
ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα
καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι
ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον
τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου
ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου
καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν
ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ
αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν
δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ
τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ
εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην
καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ
εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε
ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καὶ ὸ Κανών οὐ ἡ ἀκροστιχίς.
«Σε Μυρτιδιώτισσα ἐπιβοῶμαι. Γερασίμου.
ᾨδή ἀ’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
Σωτήριον σκέπην καί ἀρωγόν, ἡ νῆσος Κυθήρων, ευραμένη σε θαυμαστῶς, τῆ σή προστασίᾳ καταφεύγει, Μυρτιδιώτισσα Κόρη.
Ἐφάνης
ποιμένι τῷ εὐσεβεῖ, καί τήν σήν Εἰκόνα, ἀπεκάλυψας τήν σεπτήν ἀλλά καί
νῦν φάνηθι αΰλως, καί πᾶσι δίδου, Παρθένε, τήν χάριν σου.
Μυρίων
ἠξίωσας ἀγαθῶν, τήν νῆσον Κυθήρων, δοῦσα ταύτῃ ὡς θησαυρόν, τήν σήν
χαριτόβρυτον Εἰκόνα, χάριν καί ἔλεος πᾶσι βλυστάνουσα.
Ὑψίστου
Μητέρα σε συμπαθῆ, εἰδώς σοι προστρέχει, τήν ῥῶσιν, οὕτως ἡμᾶς
παράλυτος ευλαβώς˙ ἀλλ’ ὡς τούτῳ δέδωκας πάσης νόσου ἀπάλλαξον.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Ῥῶσιν
νέμουσα Κόρη, τοῖς ἐν δεινοῖς πάθεσι, τόν ἡμιπληγία παθόντα, ξένως
ἰατρεύσας˙ ὅθεν θεράπευσον, καμοῦ, τό ἄλγος Παρθένε, καί ὑγείαν δίδου
μοι, ψυχῆς καί σώματος.
Τήν ὁρμήν ὡς
πάλαι, τῶν πειρατῶν ἤλασας, τῶν ἐπιδραμόντων Παρθένε, κατά τῆς νήσου
σου, οὕτως ἀπέλασον, τήν καθ’ ἡμῶν τῶν δαιμόνων, χαλεπήν ἐπήρειαν,
Μυρτιδιώτισσα.
Ἱλασμόν καί εἰρήνην,
καί τῶν δεινῶν λύτρωσιν, τοῖς ἐγγύς καί πόρρω παρέχεις, Μυρτιδιώτισσα˙
ὅτι τό ὄνομα, τό σόν πηγῇ εὐφροσύνης, πέλει τοῖς προστρέχουσι, τῆ
ἀντιλήψει σου.
Δωρεῶν σου ἁγίων, ὡς
ἀληθῶς ἔδειξας, τόν ἐν Μυρτιδίοις ναόν σου, κρουνόν ἀκένωτον,
Μυρτιδιώτισσα˙ πᾶς γάρ προστρέχων ἐν τούτῳ, πάσης ἀπαλλάττεται, λύπης
καί μάστιγος.
Διάσωσον, Μυρτιδιώτισσα Κόρη Θεογεννήτορ, πάσης βλάβης καί πειρασμῶν τε καί θλίψεων τούς προσιόντας τῆ θεία σου προστασία.
Ἐπίβλεψον, Μυρτιδιώτισσα Κόρη, ἐν εὐμενεία, τούς ἐν πίστει τῷ σῶ ναῶ καταφεύγοντας, καί πᾶσι δίδου ὑγείαν καί σωτηρίαν.
____________________________________________________________
Γιὰ τὴ συνέχεια τῆς Παρακλήσεως πατῆστε τὸ «Read more».